Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Σωφρόνιον δὲ, ὡς πλεονεκτεῖν καὶ καπηλεύειν ἐπιχειροῦντα τὰ προσφερόμενα τῇ ἐκκλησίᾳ, καὶ μετὰ κλῆσιν πρώτην καὶ δευτέραν, ἐπειδὴ μόλις ἀπήντησε, μὴ ἐθελήσαντα παῤ αὐτοῖς ἀπολογήσασθαι πρὸς τὰ ἐγκλήματα,

ἀλλὰ τοὺς ἔξωθεν αἱρεῖσθαι δικαστάς. Νέωνα δὲ, ὡς ἐπὶ τῆς ἰδίας ἐκκλησίας σπουδάσαντα Ἀννιανὸν χειροτονηθῆναι Ἀντιοχέων ἐπίσκοπον:

411
καὶ ἀπείρους τινὰς ἱερῶν γραφῶν καὶ θεσμῶν ἐκκλησίας, ἀπερισκέπτως πολιτευομένους ὄντας, ἐπισκόπους καταστήσαντα: οἳ μετὰ ταῦτα χρημάτων κτῆσιν τῆς ἱερωσύνης προὐτίμησαν, καὶ ἐγγράφως εἵλοντο τὰς οὐσίας ἔχοντες λειτουργεῖν, ἢ δίχα τούτων ἐπισκοπεῖν.

Τὸν δὲ Ἐλπίδιον, ὡς Βασιλείῳ ἐπὶ ταραχῇ συμμίξαντα, καὶ καθηγητὴν γενόμενον ἀταξίας: καὶ παρὰ τὰ δόξαντα τῇ ἐν Μελιτίνῃ συνόδῳ Εὐσέβιον μὲν ἄνδρα καθῃρημένον πρεσβυτερείῳ ἀποκαταστήσαντα, Νεκταρίαν δέ τινα διὰ παραβάσεις συνθηκῶν καὶ ὅρκων ἀκοινώνητον γενομένην, διακονίας ἀξιώσαντα, μὴ μετὸν αὐτῇ τιμῆς κατὰ τοὺς νόμους τῆς ἐκκλησίας.

Αἰτίαι τῶν καθαιρέσεων Κυρίλλου τοῦ Ἱεροσολύμων ἐπισκόπου, καὶ διαφοραὶ τῶν ἀντικαθισταμένων τῶν τότε ἐπισκόπων ἀλλήλοις: καὶ ὡς Μελέτιος ὑπὸ Ἀρειανῶν χειροτονηθεὶς, ἀντὶ Εὐσταθίου Σεβαστίας προεβιβάσθη.

Σὺν τούτοις δὲ καὶ Κύριλλον τὸν Ἱεροσολύμων

412
καθεῖλον, ὡς Εὐσταθίῳ καὶ Ἐλπιδίῳ κεκοινωνηκότα, ἐναντία σπουδάσασι τοῖς ἐν Μελιτινῇ συνελθοῦσι, μεθ̓ ὧν καὶ αὐτὸς συνεληλύθει: καὶ ὡς μετὰ τὴν ἐν Παλαιστίνῃ καθαίρεσιν, κοινωνίας μετασχόντα σὺν Βασιλείῳ, καὶ Γεωργίῳ τῷ Λαοδικείας ἐπισκόπῳ.

Ἐπειδὴ γὰρ ἐπετράπη τὴν Ἱεροσολύμων ἐπισκοπὴν, περὶ μητροπολιτικῶν δικαίων διεφέρετο πρὸς Ἀκάκιον τὸν Καισαρείας, ὡς ἀποστολικοῦ θρόνου ἡγούμενος: ἐντεῦθέν τε εἰς ἀπέχθειαν κατέστησαν, καὶ ἀλλήλους διέβαλον, ὡς οὐχ ὑγιῶς περὶ Θεοῦ φρονοῖεν: καὶ γὰρ καὶ πρὶν ἐν ὑπονοίᾳ ἑκάτερος ἦν, ὁ μὲν τὰ Ἀρείου δογματίζων:

Κύριλλος δὲ, τοῖς ὁμοιοούσιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγουμένοις ἑπόμενος. Οὕτω δὲ ἔχων γνώμης Ἀκάκιος, σὺν τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐπισκόποις τοῦ ἔθνους, φθάνει καθελὼν Κύριλλον ἐπὶ προφάσει

413
τοιᾷδε, λιμοῦ καταλαβόντος τὴν Ἱεροσολύμων χώραν, ὡς εἰς ἐπίσκοπον ἔβλεπε τὸ τῶν δεομένων πλῆθος, τῆς ἀναγκαίας τροφῆς ἀπορούμενον, ἐπειδὴ χρήματα οὐκ ἦν οἷς ἐπικουρεῖν ἔδει, κειμήλια καὶ ἱερὰ παραπετάσματα ἀπέδοτο.

Ἐκ τούτων δὲ λόγος, τινὰ ἐπιγνῶναι οἰκεῖον ἀνάθημα γυναῖκα ἐκ τῶν ἐπὶ θυμέλης ἠμφιεσμένην: πολυπραγμονῆσαι τε ὅθεν ἔχοι, καὶ εὑρεῖν ἔμπορον αὐτῇ ἀποδόμενον: τῷ δὲ ἐμπόρῳ τὸν ἐπίσκοπον: αἰτίαν δὲ ταύτην προϊσχόμενον, καθελεῖν αὐτὸν Ἀκάκιον. Καὶ τὰ μὲν, ὡς ἐπυθόμην, ὧδε ἔχει: τοὺς δὲ δηλωθέντας, ὡς εἴρηται, καθαιρεθέντας ἐξήλασαν οἱ ἀμφὶ Ἀκάκιον τῆς Κωνσταντινουπόλεως.