Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ἐπεὶ δὲ τάδε ὧδε ἐγένετο, οἱ μὲν ἀμφὶ τὸν Ἀκάκιον σπουδῇ ἐπὶ τὰ βασίλεια ἀφίκοντο: οἱ δὲ ἄλλοι ἕκαστος οἴκαδε ἀνεχώρουν. Δέκα δὲ, ὡς προστέτακτο, κοινῇ γνώμῃ ἐπιτραπέντες πρὸς βασιλέα παραγενέσθαι, καταλαμβάνουσι τοὺς ἀπεσταλμένους δέκα παρὰ τῶν ἐν Ἀριμίνῳ συνελθόντων, τοὺς δὲ ἀμφὶ Ἀκάκιον ἤδη κατωρθωκότας τὰ αὐτῶν φρονεῖν τοὺς ἐν τοῖς βασιλείοις δυναμένους, καὶ διὰ τούτων πραγματευσαμένους τὴν παρὰ τοῦ κρατοῦντος εὔνοιαν.

Εἶναι γὰρ, ὡς ἐλέγετο, τοὺς μὲν ὁμοδόξους αὐτοῖς, τοὺς δὲ ταῖς ἐκκλησιαστικαῖς οὐσίαις διεφθάρθαι, τοὺς δὲ θωπείαις λόγων ἐξηπατῆσθαι, καὶ τῇ ἀξίᾳ τοῦ πείθοντος. Οὐ γὰρ ὁ τυχὼν ἐδόκει Ἀκάκιος: φύσει τε δεινὸς ὢν νοεῖν καὶ λέγειν, καὶ τὰ βεβουλευμένα εἰς ἔργον ἄγειν: καὶ ἐπισήμου προεστὼς ἐκκλησίας,

401
καὶ Εὐσέβιον τὸν Παμφίλου, μεθ̓ ὃν αὐτὸς τὴν ἐπισκοπὴν ἤνυε, διδάσκαλον αὐχῶν, καὶ τῇ δοκήσει καὶ διαδοχῇ τῶν αὐτοῦ βίβλων πλείω τῶν ἄλλων ἀξιῶν εἰδέναι. Καὶ ὁ μὲν τοιοῦτος ὢν ῥᾳδίως ἅγε ἐβούλετο διεσκεύαζεν.

Ὄντων δὲ ἐν Κωνσταντινουπόλει τῶν ἐξ ἑκατέρας συνόδου εἴκοσι, καὶ ἄλλων οἵπερ ἔτυχον ἐνδημοῦντες, τὸ μὲν πρῶτον ἐπιτρέπεται δικάσαι τῇ κατὰ Ἀέτιον ζητήσει, παρόντων τῶν ἀπὸ τῆς μεγάλης βουλῆς ἐξάρχων, ὁ Ὁνωράτος, ὃν βασιλεὺς οὐ πρὸ πολλοῦ ἀπὸ τῆς πρὸς δύσιν ἀρχομένης ἐπανελθὼν,

πρῶτον ὕπαρχον Κωνσταντινουπόλεως ἀπέφῃνεν. Ὕστερον δὲ καὶ αὐτοῦ Κωνσταντίου σὺν τοῖς ἄρχουσι διαγνόντος, φωρᾶται Ἀέτιος κακόνους ὢν περὶ τὴν πίστιν, ὡς καὶ τὸν βασιλέα καὶ τοὺς ἄλλους ὡς ἐπὶ βλασφήμοις αὐτοῦ λόγοις χαλεπῇναι. Λέγεται δὲ τοὺς περὶ Ἀκάκιον, ἄγνοιαν σκηπτομένους

402
τὴν ἀρχὴν τῆς τοιαύτης αἱρέσεως, ἐπίτηδες σπουδάσαι τὸν βασιλέα καὶ τοὺς ἀμφ̓ αὐτὸν δικάσαι: ἀκαταμάχητον ἔσεσθαι τοῖς λόγοις τὸν Ἀέτιον οἰηθέντας,

καὶ ἵκανον πειθοῦς ἀνάγκῃ τοὺς ἀκούοντας ἑλεῖν, καὶ ἀκονιτὶ κρατύναι τὴν αἵρεσιν. Ἐπεὶ δὲ τοῦτο παῤ ἐλπίδας αὐτοῖς ἀπέβη, προκομίσαι τὴν ἐξ Ἀριμίνου κομισθεῖσαν γραφὴν, καὶ τοὺς ἀπεσταλμένους παρὰ τῆς ἐν Σελευκείᾳ συνόδου ἀξιῶσαι ταύτην καταδέξασθαι: ἰσχυριζομένους δὲ μηδαμῶς τὸ τῆς οὐσίας ὄνομα παραλιμπάνειν, ὅρκοις πεῖσαι, ὡς οὐκ ἀνόμοιον κατ̓ οὐσίαν τὸν υἱὸν δοξάζουσιν, ἑτοίμως τε ἔχουσι ταύτην ἀποκηρύττειν τὴν αἵρεσιν.

Ἀλλ̓ ἐπεὶ παραδόξως οἱ δυτικοὶ τὸ τῆς οὐσίας ὄνομα παρέλιπον ἐν Ἀριμίνῳ, περισπούδαστον αὐτοῖς εἶναι ἰσχυρίζοντο

403
τὴν τοιαύτην γραφήν: Εἰ γάρ, φησι, κρατήσοι, πάντως που τῷ τῆς οὐσίας ὀνόματι συσσιωπηθήσεται καὶ τὸ τοῦ ὁμοουσίου, ὃ δὴ μάλιστα οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς αἰδοῖ τῆς ἐν Νικαίᾳ συνόδου περὶ πολλοῦ ἐποιοῦντο.

Πρὸς τούτοις δὲ καὶ αὐτὸς ὁ βασιλεὺς ἐπείσθη ταύτην ἐπαινεῖν τὴν γραφήν: λογιζόμενος τὸ τῶν ἐν Ἀριμίνῳ συνελθόντων πλῆθος, καὶ ὡς οὐκ ἂν ἁμάρτοι ὅμοιον ὁμολογῶν καὶ ὁμοούσιον, καὶ μηδὲν αὐτῷ διαφέρειν κατ̓ ἔννοιαν, εἰ ὀνόμασιν ἀγνώστοις τῇ ἱερᾷ γραφῇ μὴ χρῷτο, ἐν ἰσοδυνάμῳ τε καὶ ἀναμφηρίστῳ ὀνόματι τῷ ὅμοιον, τὴν αὐτοῦ σημασίαν ὁμολογοίη.

404

Οὕτως οὖν ἔχων γνώμης, ὁμονοεῖν ἐκέλευσε τοὺς ἐπισκόπους περὶ τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν ἐν Ἀριμίνῳ συνελθόντων. Ἑτοιμαζόμενός τε τῇ ὑστεραίᾳ πρὸς ὑπατικὴν πομπὴν, καθὰ Ῥωμαίοις ἔθος ἐν τῇ νουμηνίᾳ τοῦ παῤ αὐτοῖς Ἰαννουαρίου μηνὸς, πᾶσαν τὴν ἡμέραν καὶ πολὺ τῆς ἐπιλαβούσης νυκτὸς ἀναλῶσαι μεταξὺ τῶν ἐπισκόπων, διαγινώσκων εἰσότε δὴ τῇ διακομισθείσῃ ἐξ Ἀριμίνου γραφῇ καὶ οἱ ἐκ Σελευκείας ἀφιγμένοι ὑπέγραψαν.