Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἄτοπον γὰρ εἶναι, ὡς νῦν ἀρχομένους

371
πιστεύειν, τοιαῦτα συγγράφειν, καὶ τοῦ προλαβόντος χρόνου τὴν παράδοσιν διαβάλλειν, ᾗ κεχρημένοι αὐτοί τε καὶ οἱ πρὸ αὐτῶν, τὰς ἐκκλησίας ἐπετρόπευσαν, ὧν οἱ πλείους ἐν ὁμολογίαις καὶ μαρτυρίοις τὸν βίον μετήλλαξαν.

Καὶ οἱ μὲν τάδε προϊσχόμενοι, οὐδὲν ἠξίουν νεωτερίζειν: μὴ πειθομένους δὲ τοὺς ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον, ἀλλ̓ ἐνισταμένους κρατεῖν ἣν προΐσχοντο πίστιν, καθεῖλον, ἄκυρον εἶναι ψηφισάμενοι ἣν ἀνέγνωσαν γραφήν.

Καὶ γὰρ δὴ καὶ ἄτοπον αὐτοῖς ἔδοξεν εἶναι, προγεγράφθαι ταύτης, ὡς ἐν Σιρμίῳ ἐξετέθη παρόντος Κωνσταντίου τοῦ αἰωνίου Αὐγούστου, ὑπατευόντων Εὐσεβίου καὶ Ὑπατίου: ὥς που καὶ Ἀθανάσιος πρὸς τοὺς ἐπιτηδείους γράφων φησὶ, γελοῖον εἶναι βασιλέα αἰώνιον τὸν Κωνστάντιον ὀνομάζειν: ἀΐδιον δὲ λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ παραιτεῖσθαι: καὶ ῥητὸν χρόνον προτάττειν τῆς γραφῆς ταύτης, ἐπὶ διαβολῇ τῆς πίστεως τῶν παλαιοτέρων, καὶ τῶν πρὸ τούτου τοῦ χρόνου μυηθέντων.

372

Ἐπεὶ δὲ τάδε ἐν Ἀριμίνῳ ἐγένετο, οἱ μὲν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον χαλεπῶς φέροντες ἐπὶ τῇ καθαιρέσει, σπουδῇ πρὸς βασιλέα παρεγένοντο.

Ἐπιστολὴ τῆς ἐν Ἀριμίνῳ συνόδου πρὸς τὸν βασιλέα Κωνστάντιον.

Ἡ δὲ σύνοδος εἴκοσιν ἐπισκόπους προβαλλομένη, πρέσβεις ἀπέστειλεν: ἔγραψε δὲ δἰ αὐτῶν τάδε, μεταγραφέντα ἐκ τῆς Ῥωμαίων φωνῆς.

Τά τε ἐκ τῆς τοῦ Θεοῦ κελεύσεως, καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος δογματισθέντα, γενέσθαι πιστεύομεν: εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων, ἐπὶ τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ, καὶ οἱ τὰ ἐναντία φρονοῦντες ἔκδηλοι γένωνται. Ὡς γὰρ ἐπὶ πλεῖστον

373
διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ διαμένουσαν, ἣν καὶ οἱ προφῆται, καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας ἐφόρου, καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατασχόντες φυλάττωμεν,