Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ἐπεὶ δὲ ὧδε ἐνεωτέριζεν Εὐδόξιος, καὶ πολλοὶ τῆς Ἀντιοχέων ἐκκλησίας ἐναντιούμενοι αὐτῷ ἐξηλάθησαν: γράμματα λαβόντες Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου, παρεγένοντο εἰς Ἄγκυραν τῆς Γαλατίας. Ἔτυχε γὰρ Βασίλειος ἐπὶ καθιερώσει ἧς ἐδείματο

350
ἐκκλησίας συγκαλέσας πολλοὺς τῶν πλησιοχώρων ἐπισκόπων, οἷς ἀπέδωκεν τὴν Γεωργίου ἐπιστολήν. Ἔχει δὲ ὧδε.

Κυρίοις τιμιωτάτοις, Μακεδονίῳ, Βασιλείῳ, Κεκροπίῳ, Εὐγενίῳ, Γεώργιος ἐν Κυρίῳ χαίρειν. Τὸ Ἀετίου ναυάγιον σχεδόν που πᾶσαν κατείληφε τὴν Ἀντιοχέων. Τοὺς γὰρ παῤ ὑμῖν ἀτιμαζομένους μαθητὰς τοῦ δυσωνύμου Ἀετίου πάντας καταλαβὼν Εὐδόξιος, εἰς κληρικοὺς προβάλλεται, ἐν τοῖς μάλιστα τετιμημένοις ἔχων τὸν αἱρετικὸν Ἀέτιον. Καταλάβετε οὖν τὴν τηλικαύτην πόλιν, μὴ τῷ ναυαγίῳ αὐτῆς καὶ ἡ οἰκουμένη παρασυρῇ.

Καὶ εἰς ταυτὸν γενόμενοι, ὅσους καὶ γενέσθαι ἐγχωρεῖ, παρὰ τῶν ἄλλων ἐπισκόπων ὑπογραφὰς ἀπαιτήσατε: ἵνα καὶ Ἀέτιον ἐκβάλῃ τῆς Ἀντιοχέων ἐκκλησίας Εὐδόξιος, καὶ τοὺς αὐτοῦ μαθητὰς ὄντας, προχειρισθέντας εἰς κανόνας, ἐκκόψῃ. Ἢ ἐὰν ἐπιμείνῃ μετὰ Ἀετίου ἀνόμοιον καλῶν, καὶ τοὺς τοῦτο τολμῶντας λέγειν τῶν μὴ

351
λεγόντων προτιμῶν, οἴχεται ὑμῖν, ὡς φθάσας ἔφην, τέως ἡ Ἀντιοχέων.

Τάδε μὲν περιεῖχεν ἡ Γεωργίου ἐπιστολή. Οἱ δὲ ἐν Ἀγκύρᾳ ἐπίσκοποι, ἐπειδὴ ἀπεδείχθη ὁ Εὐδοξίου νεωτερισμὸς, ἐξ ὧν περὶ τοῦ δόγματος ἐγγράφως ἐψηφίσατο μεθ̓ ὧν ἐν Ἀντιοχείᾳ συνῆλθε, δηλοῦσι ταῦτα τῷ βασιλεῖ: καὶ ἐξαιτοῦσι γενέσθαι τινὰ πρόνοιαν, ὥστε κρατεῖν τὰ ἐν Σαρδικῇ καὶ ἐν Σιρμίῳ καὶ ταῖς ἄλλαις συνόδοις κεκριμένα, ἐν αἷς συνεδόκει ὅμοιον εἶναι κατ̓ οὐσίαν τῷ Πατρὶ τὸν Υἱόν.

Καὶ αἱροῦνται περὶ τούτου πρεσβεύειν πρὸς βασιλέα, αὐτός τε Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος, καὶ Εὐστάθιος ὁ Σεβαστείας, καὶ Ἐλεύσιος ὁ Κυζίκου, καὶ Λεόντιος πρεσβύτερος ἐκ θαλαμηπόλου βασιλικοῦ.

Ὡς δὲ ἀφίκοντο εἰς τὰ βασίλεια, καταλαμβάνουσιν Ἀσφάλιον πρεσβύτερον ἐξ Ἀντιοχείας, εἰς ἄγαν σπουδαστὴν τῆς Ἀετίου αἱρέσεως, ἤδη πράξαντα ἐφ̓ ᾧ παρεγένετο, καὶ γράμματα παρὰ βασιλέως κομισάμενον, ἐκδημεῖν μέλλοντα. Καταμηνυθείσης δὲ τῆς

352
αἱρέσεως διὰ τῶν ἐξ Ἀγκύρας πρέσβεων, καταψηφίζεται Κωνστάντιος τῶν ἀμφὶ τὸν Εὐδόξιον: καὶ ἀνακομίζεται παρὰ Ἀσφαλίου τὴν ἰδίαν ἐπιστολήν: γράφει δὲ τάδε.