Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Κατορθωθέντων δὲ τούτων, ὥστε μὴ ὀχληροὺς καὶ ἐπιζημίους δόξαι, δημοσίων ὀχημάτων ἢ χρημάτων μὴ μεταδοῦναι τινί: ἀλλ̓ ἰδίᾳ δαπάνῃ πάντας

344
εἰς τὴν Ἀλεξάνδρειαν συνελθεῖν, ἔνθα ὁ ἠδικηκὼς καὶ οἱ ἠδικημένοι, καὶ τῶν ἐγκλημάτων οἱ ἔλεγχοι,

καὶ ἀκριβὴς τῆς ἐπὶ τούτοις ἀληθείας βάσανος. Ἐπιδεικνύς τε τὴν ἐπὶ Ἀθανασίου ἔγγραφον μαρτυρίαν Οὐάλεντος καὶ Οὐρσακίου, ἣν ἐπιδεδώκασιν Ἰουλίῳ τῷ πρὸ αὐτοῦ τὸν τῶν Ῥωμαίων θρόνον ἐπιτροπεύσαντι, συγγνώμην αἰτοῦντες, καὶ τὰ πρὸς αὐτῶν ἐν τῷ Μαρεώτῃ πεπραγμένα, ψευδῆ καταμηνύοντες, ἠξίου μὴ καταδικάζειν αὐτοῦ ἀπόντος τὸν βασιλέα, μηδὲ τοῖς τότε ψηφισαμένοις πείθεσθαι, ἅτε δήλης τῆς ἐπιβουλῆς οὔσης.

Ἕνεκα δὲ τοῖν ἀδελφοῖν, μὴ προσδοκᾷν αὐτὸν ἀμύνεσθαι διὰ ἱερατικῆς χειρὸς, ἣν οὐχ ἕτοιμον εἰς τοῦτο, ἀλλ̓ εἰς ἁγιασμὸν καὶ πᾶσαν δικαίαν τε καὶ ἀγαθὴν πρᾶξιν τὸ θεῖον ἐνομοθέτησεν.

Ἐπεὶ οὖν οὐ καθυφῆκεν οἷς ἐπέταττε, προσέταξεν αὐτῷ ὁ βασιλεὺς εἰς τὴν Θρᾴκην ἀπάγεσθαι, εἰ μὴ μετάθοιτο τῆς γνώμης ἐντὸς ἡμερῶν δύο. Ἀλλ̓ ἐμοὶ, ἔφη Λιβέριος, ὦ βασιλεῦ, οὐ βουλῆς δεῖ: πάλαι γὰρ

345
ταῦτα εὖ μοι βεβούλευται καὶ δέδοκται, καὶ τῆς ὁδοῦ ἐντεῦθεν ἤδη ἔχομαι.

Λέγεται δὲ ἀπαγομένῳ αὐτῷ πεντακοσίους χρυσοῦς ἀποστεῖλαι: τὸν δὲ μὴ δεξάμενον, εἰπεῖν τῷ κομίσαντι: Ἄπιθι, καὶ ἄγγειλον τῷ πεπομφότι τὸ χρυσίον τοῦτο, δοῦναι τοῖς ἀμφ̓ αὐτὸν κόλαξι καὶ ὑποκριταῖς, οὓς ὑπὸ ἀπληστίας διηνεκὴς ἔνδεια ὁσημέραι ὀχλοῦσα κολάζει, ἀεὶ χρημάτων ἐπιθυμοῦντας, μηδέποτε δὲ κορεννυμένους: ἡμῖν δὲ ὁ Χριστὸς ὁ ἐν ἅπασι τῷ Πατρὶ ὅμοιος,

τροφεὺς καὶ ταμίας ἐστὶ πάντων τῶν ἀγαθῶν. Ἐκ δὴ τοιαύτης αἰτίας καὶ Λιβέριος ἀφῃρέθη τῆς Ῥωμαίων ἐκκλησίας: ἐπιτρέπεται δὲ ταύτην Φίληξ διάκονος τοῦ ἐνταῦθα κλήρου. Ὃν ὁμόφρονα φασὶ διαμεῖναι κατὰ τὴν πίστιν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν, καὶ παντελῶς θρησκείας ἕνεκα ἀνέγκλητον. Τουτὶ δὲ μόνον ἐγκαλεῖσθαι, ὅτι γὲ πρὸ χειροτονίας, καὶ κοινωνίας ἑτεροδόξων

346

ἀνδρῶν ἠνέσχετο. Ὡς δὲ εἰσήλαυνεν εἰς Ῥώμην ὁ βασιλεὺς, καὶ πολὺς ἦν ὁ ἐνθάδε δῆμος περὶ Λιβερίου ἐκβοῶν, καὶ δεόμενος αὐτὸν ἀπολαβεῖν, βουλευσάμενος μετὰ τῶν συνόντων αὐτῷ ἐπισκόπων, ἀπεκρίνατο μετακαλεῖσθαι αὐτὸν, καὶ τοῖς αἰτοῦσιν ἀποδώσειν αὐτὸν, εἰ πεισθείη τοῖς συνοῦσιν αὐτῷ ἱερεῦσιν ὁμοφρονεῖν.

Περὶ Ἀετίου τοῦ Σύρου, καὶ Εὐδοξίου τοῦ μετὰ Λέοντος Ἀντιοχείας γεγονότος, καὶ περὶ τοῦ ὁμοουσίου.

Περὶ δὲ τοῦτον τὸν χρόνον εἰς τὸ φανερὸν ἐδίδασκεν Ἀέτιος ἣν εἶχε περὶ Θεοῦ δόξαν. Ἦν δὲ τότε διάκονος τῆς Ἀντιοχέων ἐκκλησίας, παρὰ Λεοντίου γενόμενος. Τὰ αὐτὰ δὲ Ἀρείῳ ἐδόξαζε, κτιστὸν, καὶ ἐξ οὐκ ὄντων, ἀνόμοιόν τε λέγων τῷ Πατρὶ τὸν Υἱόν. Ἐριστικὸς δέ τις εἰς ἄγαν ὢν, καὶ τολμηρὸς ἐν τοῖς

347
περὶ Θεοῦ λόγοις, ἀσφαλῶς τε καὶ ποικίλως τοῖς συλλογισμοῖς χρώμενος, ἔδοξεν ἑτερόδοξος εἶναι οἷς ὁμοίως ἐφρόνει.

Ἐκβληθείς τε τῆς αὐτῶν ἐκκλησίας, ἐσκήπτετο παραιτεῖσθαι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς Ἀρείῳ κεκοινωνηκότας μὴ δέον: Ὅτι, φησὶν, ἐπιώρκησεν, ἡνίκα μεταμεληθεὶς ὀμώμοκε Κωνσταντίνῳ τῷ βασιλεῖ, συνῳδὰ φρονεῖν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσι.

Καὶ τὰ μὲν ὧδε λέγεται. Ἔτι δὲ τοῦ βασιλέως ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ διάγοντος, ἀγγέλλεται τετελευτηκέναι Λεόντιος ὁ Ἀντιοχείας ἐπίσκοπος. Ὡς φυλακῆς δὲ προσδεομένης τῆς ἐνθάδε ἐκκλησίας, ἐδεήθη τοῦ βασιλέως Εὐδόξιος ἐπανελθεῖν εἰς Συρίαν.

Ἐπιτραπεὶς δὲ τοῦτο, σπουδῇ καταλαμβάνει τὴν Ἀντιόχειαν: καὶ περιποιεῖται ἑαυτῷ τὴν ἐνθάδε ἐπισκοπὴν, μήτε Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου, μήτε Μάρκου τοῦ Ἀρεθούσης, οἳ δὴ τότε τῶν ἐν Συρίᾳ

348
ἐπισκόπων ἐπίσημοι ἦσαν, μήτε τῶν ἄλλων οἷς ἡ χειροτονία διέφερε, συνθεμένων. Λόγος δὲ ταῦτα τὸν αὐτὸν πραγματεύσασθαι κατὰ γνώμην τοῦ κρατοῦντος, τῶν ἐν τοῖς βασιλείοις εὐνούχων συμπραξάντων: οἳ ἅμα Εὐδοξίῳ τὸ Ἀετίου δόγμα ἐπῄνουν, καὶ ἀνόμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν ἐδόξαζον.