Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ἰουλίῳ μὲν οὖν τοιάδε ἔγραψαν. Πρὸς δὲ βασιλέα

250
Κωνστάντιον διέβαλον αὖθις τοὺς πρὸς αὐτῶν καθῃρημένους. Ὁ δὲ, ἐν Ἀντιοχείᾳ τότε διατρίβων, γράφει Φιλίππῳ τῷ ὑπάρχῳ ἐν Κωνσταντινουπόλει ὄντι, πάλιν Μακεδονίῳ τὴν ἐκκλησίαν ἀποδοῦναι,

Παῦλον δὲ ἐξελάσαι τῆς πόλεως. Δείσας δὲ τὴν τοῦ πλήθους κίνησιν ὁ ὕπαρχος, πρὶν ἔκπυστον γενέσθαι τὴν βασιλέως πρόσταξιν, προσελθὼν εἰς δημόσιον λουτρὸν ᾧ ὄνομα Ζεύξιππος, περιφανὲς δὲ τοῦτο καὶ μέγιστον, ὡς περὶ κοινῶν πραγμάτων κοινωσόμενος, μετεκαλέσατο Παῦλον. Παραγενομένῳ δὲ εὐθὺς, τοῦ βασιλέως ἐπέδειξε τὸ γράμμα: λάθρα τε διὰ τῶν βασιλείων τῷ λουτρῷ παρακειμένων, ἐπὶ θάλασσαν αὐτὸν ἀχθῆναι προστάξας, εἰς πλοῖον ἐπεβίβασε, καὶ εἰς Θεσσαλονίκην ἔπεμψεν, ὅθεν καὶ τοὺς προγόνους ἔχειν ἐλέγετο.

Παντελῶς τε τὴν κατὰ τὴν ἕω ἀρχομένην φεύγειν κατεδίκασεν αὐτόν: Ἰλλυριῶν δὲ καὶ τῆς ἐπέκεινα γῆς ἐπιβαίνειν οὐκ ἐκώλυσεν. Ἐξελθὼν δὲ ἐκ τοῦ δικαστηρίου, συνοχούμενον αὐτῷ Μακεδόνιον ἔχων, ἐπὶ τὴν ἐκκλησίαν ᾔει. Τὸ δὲ πλῆθος, ἤδη

251
γὰρ τούτων γενομένων ἄφατοι συνελέγησαν, εὐθὺς τὴν ἐκκλησίαν ἐπλήρωσαν: ἕκαστοι γὰρ αὐτὴν, οἵ τε ἀπὸ τῆς Ἀρείου αἱρέσεως, οἵ τε Παῦλον ἐπαινοῦντες,

προκαταλαβεῖν ἐσπούδασαν. Ἐπεὶ δὲ πρὸς ταῖς θύραις τῆς ἐκκλησίας ἐγένετο ὁ ὕπαρχος, σὺν αὐτῷ δὲ καὶ Μακεδόνιος, τὸ δὲ πλῆθος, ὅπως αὐτοῖς πάροδος γένηται πρὸς τῶν στρατιωτῶν ὠθούμενον, ὑποχωρεῖν οὐκ ἠδύνατο, τοῦ πρόσω σεσαγμένου, ὑπολαβόντες οἱ στρατιῶται ἑκοντὶ μὴ εἴκειν τὸν ὄχλον, πολλοὺς τοῖς ξίφεσι διεχειρίσαντο: πολλοὶ δὲ καὶ ὑπ̓ ἀλλήλων πατούμενοι διεφθάρησαν. Τὸ δὲ βασιλεῖ δόξαν οὕτως ἐγένετο, καὶ τὰς ἐκκλησίας παρέλαβε Μακεδόνιος.

Ὁ μὲν δὴ Παῦλος ἀδοκήτως ὧδε τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀφῃρέθη. Ἀθανάσιος δὲ φεύγων, ἀφανὴς ἦν, δείσας τὴν Κωνσταντίου τοῦ βασιλέως ἀπειλήν: θανάτῳ γὰρ αὐτὸν ζημιοῦν ἠπείλησεν, αἰτιωμένων τῶν ἑτεροδόξων ὡς στάσεις ἐργάζοιτο, καὶ εἰσιόντος αὐτοῦ πολλοὶ τεθνήκασι: τὸ δὲ μάλιστα πρὸς ὀργὴν τὸν βασιλέα κινῆσαν ἦν, ὅτι καὶ

252
σιτηρέσιον ἔλεγον αὐτὸν πωλοῦντα ἀποκερδαίνειν, ὃ δὴ βασιλεὺς Κωνσταντῖνος τοῖς ἐν Ἀλεξανδρείᾳ πτωχοῖς ἐδωρήσατο.