Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Λέγεται δὲ τότε καὶ διὰ τῶν ἄλλων ἐθνῶν τὴν ὁδοιπορίαν ποιούμενος, ὅμοια πρᾶξαι, εἰ συνέβαινε ταῖς ἐκκλησίαις ὑπὸ τῶν Ἀρείου κατέχεσθαι. Ἀμέλει τοι καὶ τοῦτο ἔγκλημα αὐτῷ ἐπῆγον, ὡς ἐν πόλεσι μηδὲν αὐτῷ προσηκούσαις, χειροτονεῖν ἐτόλμησεν.

Οἷα δὲ καὶ ἀκόντων τῶν ἐναντίων κατωρθωκὼς τὴν ἐπάνοδον, καὶ διὰ τὴν φιλίαν Κώνσταντος τοῦ βασιλέως οὐ δοκῶν εὐκαταφρόνητος εἶναι, μᾶλλον ἢ πρότερον ἐν τιμῇ ἦν. Πολλοὶ δὲ καὶ τῶν ἐπισκόπων τῆς πρὸς αὐτὸν ἀπεχθείας μετέθεντο, καὶ κοινωνίας μετέδοσαν, ὡς Παλαιστινοί: παριόντα γὰρ αὐτὸν τότε δἰ αὐτῶν, εὐμενῶς προσεδέξαντο: καὶ συνόδον ἐν Ἱεροσολύμοις ἐπιτελέσαντες Μάξιμός τε καὶ ἕτεροι, ἔγραψαν περὶ αὐτοῦ τάδε.

Ἐπιστολὴ τῆς ἐν Ἱεροσολύμοις συνόδου ὑπὲρ Ἀθανασίου.

Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις συναχθεῖσα, τοῖς

307
ἐν Αἰγύπτῳ καὶ Λιβύῃ, καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ, ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς, ἐν Κυρίῳ χαίρειν.

Κατ̓ ἀξίαν τῷ τῶν ὅλων Θεῷ εὐχαριστεῖν οὐκ ἀρκοῦμεν, ἀγαπητοὶ, ἐφ̓ οἶς θαυμασίοις ἐποίησε πάντοτε, ἐποίησε δὲ καὶ νῦν μετὰ τῆς ὑμετέρας ἐκκλησίας, τὸν ποιμένα ὑμῶν καὶ κύριον καὶ συλλειτουργὸν ἡμῶν Ἀθανάσιον ἀποδοὺς ὑμῖν. Τίς γὰρ ἤλπισέ ποτε ταῦτα ὀφθαλμοῖς ἰδεῖν, ἃ νῦν ὑμεῖς ἔργῳ ἀπολαμβάνετε; ἀλλ̓ ἀληθῶς αἱ εὐχαὶ ὑμῶν εἰσηκούσθησαν παρὰ τῷ τῶν ὅλων Θεῷ, τῷ κηδομένῳ τῆς ἐκκλησίας αὐτοῦ, καὶ ἐπιδόντι ὑμῶν τὰ δάκρυα καὶ τοὺς ὀδυρμοὺς,