Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀθανάσιος δὲ ἐν Ἀκυλίᾳ τότε διάγων, δεξάμενος τὰ Κωνσταντίου γράμματα, ἧκεν εἰς Ῥώμην, τοῖς ἀμφὶ τὸν Ἰούλιον συνταξόμενος. Ὁ δὲ μάλα φιλοφρόνως ἀπέπεμψεν αὐτὸν, ἐπιστολὴν δοὺς πρὸς τὸν Ἀλεξανδρέων κλῆρον καὶ λαὸν, ὡς εἰκὸς τὸν ἄνδρα θαυμάζουσαν, ἐπιδοξότατον τοῖς πολλοῖς κινδύνοις γεγενημένον, καὶ συνηδομένην τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ ἐπὶ τοσούτου ἱερέως ἐπανόδῳ, καὶ τὰ αὐτοῦ φρονεῖν παρακελευομένην.

Ἐντεῦθέν τε ἧκεν εἰς Ἀντιόχειαν

302
τῆς Συρίας, ὅπου τότε διέτριβεν ὁ βασιλεύς: τὰς δὲ ἐκκλησίας κατεῖχε Λεόντιος: μετὰ γὰρ τὴν Εὐσταθίου φυγὴν, οἱ ἐκ τῆς ἐναντίας αἱρέσεως τὸν Ἀντιοχείας ἐπετρόπευον θρόνον: πρῶτος μὲν Εὐφρόνιος, μετὰ δὲ τοῦτον Πλάκητος, καὶ ἐφεξῆς Στέφανος. Ὡς ἀναξίου δὲ αὐτοῦ ἀποχειροτονηθέντος, Λεόντιος τότε τὴν ἐπισκοπὴν διεῖπεν. Ὅν ὡς ἑτερόδοξον παρῃτεῖτο Ἀθανάσιος: τοῖς δὲ καλουμένοις Εὐσταθιανοῖς ἐκοινώνει, ἐν ἰδιωτῶν οἰκίαις ἐκκλησιάζων.

Ἐπεὶ δὲ εὔνου καὶ ἐπιεικοῦς ἐπειράθη Κωνσταντίου, καὶ ἐδόκει τὴν ἰδίαν αὐτῷ ἀπολαβεῖν ἐκκλησίαν, ὑποθεμένων τῶν προεστώτων τῆς ἐναντίας αἱρέσεως: Ἀλλ̓ ἐγὼ μὲν, ἔφη ὁ βασιλεὺς, ἕτοιμός εἰμι περᾶναι τὰς ὑποσχέσεις, ἐφ̓ αἷς σε μετεκαλεσάμην: ἐν δίκῃ δὲ καὶ αὐτὸς, ἣν ἂν αἰτήσαιμι χάριν, προθύμως συγχωρήσεις: ἡ δέ ἐστιν, ὥστε ἐκ πολλῶν τῶν ὑπό σε ἐκκλησιῶν μίαν ἔχειν τοὺς κοινωνεῖν σοι παραιτουμένους.

Ὑπολαβὼν δὲ Ἀθανάσιος, Καὶ μάλα, βασιλεῦ, εἶπε, δίκαιον καὶ

303
ἀναγκαῖον τοῖς σοῖς προστάγμασι πείθεσθαι, καὶ οὐκ ἀντερῶ: ἐπεὶ δὲ καὶ ἀνὰ τήνδε τὴν Ἀντιόχειαν πόλιν εἰσὶν οἱ τὴν κοινωνίαν τῶν ἑτεροδόξων ἡμῖν ἀποφεύγοντες, παραπλησίαν αἰτῶ χάριν, ὥστε καὶ αὐτοὺς μίαν ἔχειν ἐκκλησίαν, καὶ ἀδεῶς ἐν ταύτῃ συνιέναι.

Δίκαια δὲ λέγειν Ἀθανάσιον τοῦ βασιλέως δοκιμάσαντος, ἄμεινον ἐφάνη τοῖς ἀπὸ τῆς ἑτέρας αἱρέσεως ἡσυχίαν ἄγειν, λογιζομένοις ὡς οὐ πάντως τὰ τῆς οἰκείας δόξης ἐπίδοσιν ἕξει παρὰ Ἀλεξανδρεῦσι δἰ αὐτὸν Ἀθανάσιον, ἱκανὸν ὄντα τοὺς ὁμοφρονοῦντας ἀσφαλῶς ἔχειν, καὶ τοὺς ἐναντίους ἐπάγεσθαι: παρὰ δὲ Ἀντιοχεῦσιν εἰ τοῦτο γένοιτο, πρῶτον μὲν συγκροτηθήσεσθαι τοὺς Εὐσταθίου ἐπαινέτας πολλοὺς ὄντας:

ἔπειτα δὲ, ὡς εἰκὸς, νεωτέρων αὐτοὺς πειραθήσεσθαι πραγμάτων, ἐξὸν ἀκινδύνως ἔχειν οὓς ἔχουσιν: ἐπεὶ καὶ κρατούντων αὐτῶν τῶν τῇδε ἐκκλησιῶν, οὐ παντελῶς οἷς ἐδόξαζον ὁ πᾶς κλῆρος καὶ ὁ λαὸς ἐπείθοντο: ἀλλὰ κατὰ χοροὺς, ὡς ἔθος ἐν τῷ ὑμνεῖν τὸν

304
Θεὸν, συνιστάμενοι, πρὸς τῷ τέλει τῶν ᾠδῶν τὴν οἰκείαν προαίρεσιν ἐπεδείκνυον. Καὶ οἱ μὲν, Πατέρα καὶ Υἱὸν ὡς ὁμότιμον ἐδόξαζον: οἱ δὲ, Πατέρα ἐν Υἱῷ, τῇ παρενθέσει τῆς προθέσεως, δευτερεύειν τὸν Υἱὸν ἀποφαίνοντες.