Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Οὐ μὴν ἀλλὰ καὶ περὶ αὐτὸ τὸ δόγμα τὰ πρῶτα τὴν πατρῴαν ἐφύλαττον δόξαν: ἄμφω γὰρ ἐπαινέται τῆς ἐν Νικαίᾳ πίστεως. Καὶ Κώνστας μὲν οὕτω διαμείνας ἐτελεύτησε: Κωνστάντιος δὲ μέχρι μέν τινος ὁμοίως εἶχε.

Μετὰ ταῦτα δὲ διαβληθείσης τῆς τοῦ ὁμοουσίου λέξεως, τῆς προτέρας παρεκινήθη γνώμης: οὐ μὴν παντελῶς ἀπέσχετο τοῦ κατ̓ οὐσίαν ὅμοιον

297
εἶναι τὸν Υἱὸν συνομολογεῖν τῷ Πατρί. Οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον, καὶ ἄλλοι τινὲς τῶν τότε ἀνὰ τὴν ἕω ἐπὶ λόγῳ καὶ βίῳ θαυμαζομένων ἐπισκόπων, διαφορὰν, ὡς ἔγνωμεν, εἰσηγοῦντο τοῦ ὁμοούσιον λέγειν καὶ κατ̓ οὐσίαν ὅμοιον, ὅπερ ὁμοιούσιον ὠνόμαζον.

Τὸ μὲν γὰρ ὁμοούσιον, ἐπὶ σωμάτων κυρίως νοεῖσθαι, οἷον ἀνθρώπων καὶ τῶν ἄλλων ζώων, καὶ δένδρων καὶ φυτῶν, οἷς ἐξ ὁμοίου ἡ μετουσία καὶ ἡ γένεσίς ἐστι: τὸ δὲ ὁμοιούσιον, ἐπὶ ἀσωμάτων, οἷον ἐπὶ Θεοῦ καὶ Ἀγγέλων, ἑκατέρου πρὸς ἑαυτὸν νοουμένου κατ̓ ἰδίαν οὐσίαν.

Ὑπὸ δὴ τῶν τοιούτων καὶ Κωνστάντιος ὁ βασιλεὺς μετεπείσθη. Καὶ κατὰ μὲν διάνοιαν, ὡς εἰκάζω, ὅμοια τῷ πατρὶ καὶ τῷ ἀδελφῷ ἐφρόνει: ῥητὸν δὲ ῥητοῦ ἀμείψας, ἀντὶ ὁμοουσίου ὁμοιούσιον ἔλεγε. Τοῦτο γὰρ ἐδόκει τοῖς τούτων εἰσηγηταῖς ἀκριβέστερον ὧδε ὀνομάζειν ἰσχυριζομένοις, ὡς εἴτις μὴ τοῦτο λέγει, κινδυνεύοι σῶμα τὸ ἀσώματον νοεῖν: ὅπερ εὔηθες εἶναι πολλοῖς ἐδόκει. Ἐκ γὰρ τῶν φαινομένων

298
ἔφασκον χρῆναι περὶ τῶν νοητῶν τὰ ὀνόματα μεταλαμβάνειν: λέξεώς τε κίνδυνον μηδένα εἶναι, ἢν μὴ περὶ ἔννοιαν ἡ ἁμαρτία γένηται.