Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

κίνδυνον, καὶ ἀφαίρεσιν τῶν ὄντων. Ἑπεὶ γὰρ τὴν θρησκείαν πάντοθεν αὔξειν ἠβούλοντο, καὶ τούτου πρόνοιαν ἐποιήσαντο, ὥστε μὴ ἀδεῶς εἰς Ἱουδαϊσμὸν ὑποσύρεσθαι τοὺς μὴ τοιούτους ἐκ γένους ὄντας: φυλάττεσθαι δὲ τῇ ἐκκλησίᾳ καὶ τοὺς ἐλπίδα Χριστιανισμοῦ ἔχοντας: μάλιστα γὰρ ἐκ τοῦ Ἑλληνικοῦ πλήθους ἐπεδίδου ἡ θρησκεία.

Περὶ τῆς δόξης τῶν παίδων Κωνσταντίνου: καὶ περὶ τοῦ ὁμοουσίου καὶ ὁμοιουσίου διαφορά: καὶ ὅθεν παρετράπη τῆς ὀρθῆς τάχα πίστεως Κωνστάντιος.

Οὐ μὴν ἀλλὰ καὶ περὶ αὐτὸ τὸ δόγμα τὰ πρῶτα τὴν πατρῴαν ἐφύλαττον δόξαν: ἄμφω γὰρ ἐπαινέται τῆς ἐν Νικαίᾳ πίστεως. Καὶ Κώνστας μὲν οὕτω διαμείνας ἐτελεύτησε: Κωνστάντιος δὲ μέχρι μέν τινος ὁμοίως εἶχε.

Μετὰ ταῦτα δὲ διαβληθείσης τῆς τοῦ ὁμοουσίου λέξεως, τῆς προτέρας παρεκινήθη γνώμης: οὐ μὴν παντελῶς ἀπέσχετο τοῦ κατ̓ οὐσίαν ὅμοιον

297
εἶναι τὸν Υἱὸν συνομολογεῖν τῷ Πατρί. Οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον, καὶ ἄλλοι τινὲς τῶν τότε ἀνὰ τὴν ἕω ἐπὶ λόγῳ καὶ βίῳ θαυμαζομένων ἐπισκόπων, διαφορὰν, ὡς ἔγνωμεν, εἰσηγοῦντο τοῦ ὁμοούσιον λέγειν καὶ κατ̓ οὐσίαν ὅμοιον, ὅπερ ὁμοιούσιον ὠνόμαζον.

Τὸ μὲν γὰρ ὁμοούσιον, ἐπὶ σωμάτων κυρίως νοεῖσθαι, οἷον ἀνθρώπων καὶ τῶν ἄλλων ζώων, καὶ δένδρων καὶ φυτῶν, οἷς ἐξ ὁμοίου ἡ μετουσία καὶ ἡ γένεσίς ἐστι: τὸ δὲ ὁμοιούσιον, ἐπὶ ἀσωμάτων, οἷον ἐπὶ Θεοῦ καὶ Ἀγγέλων, ἑκατέρου πρὸς ἑαυτὸν νοουμένου κατ̓ ἰδίαν οὐσίαν.