Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Λέγεται τὸ πρὶν ἀκρατῶς ὀργῆς ἔχων, ἀφ̓ οὗ τὴν μοναστικὴν ἀγωγὴν μετῆλθε, μηδέπω θεαθῆναι παρά τινος ὀργιζόμενος. Οὕτω γοῦν ἐπὶ πολλαῖς ἡμέραις ὥσπερ

291
εἰώθει νηστεύοντι, προσφέρων αὐτῷ τὸ ὄψον ὁ διακονούμενος, τὴν χύτραν ἔκλασεν: αἰδοῖ δὲ καὶ δέει κεκρατημένον ἰδὼν, Ἀλλὰ θάρρει: καὶ ἡμεῖς, ἔφη, πρὸς τὸ ὄψον ἴωμεν, ἐπειδὴ πρὸς ἡμᾶς οὐκ ἦλθε. Καὶ καθεσθεὶς περὶ τὰ κλάσματα τῆς χύτρας,

ἐδείπνησεν. Ὅσον δὲ κενῆς ἐκράτει δόξης, ἐντεῦθεν ἰστέον. Ποτὲ ψῆφον ἐπισκοπῆς ἐνηνόχασιν ἐπ̓ αὐτόν τινες, καὶ συλλαβεῖν ἐπειρῶντο, ὡς ἐπὶ τὴν χειροτονίαν ἄξοντες: αὐτίκα δὲ αἰσθόμενος, εἰς τὴν ἀγορὰν ἐνέβαλε, καὶ οἷα παραπαίων ἐδείκνυ ἑαυτὸν, ἀτάκτως βαδίζων, καὶ τὴν ἐσθῆτα ἐπισύρων, καὶ δημοσίᾳ ἐσθίων: ἐπεὶ δὲ ἔξω φρενῶν εἶναι νομίσαντες οἱ συλληψόμενοι τῆς ἐπ̓ αὐτὸν ὁρμῆς ἀνεκόπησαν, καιρὸν εὑρὼν ἀπέδρασε,

καὶ μέχρι ἕτερος ἐχειροτονήθη, διέλαθεν. Ἀλλὰ τούτοις μὲν ἐγὼ περὶ τοῦ Ἐφραὶμ ἀρκεσθήσομαι. Τὰ δὲ πλείω ἴσασιν, εἴ τε καὶ λέγουσιν οἱ ἐπιχώριοι. Οἷον δὲ αὐτῷ εἴργασται οὐ πρὸ πολλοῦ τῆς τελευτῆς, ἐπεὶ ἀξιομνημόνευτον εἶναί μοι δοκεῖ, ἐνθάδε ἀναγράψομαι.

292

Λιμοῦ γὰρ προκαταλαβόντος τὴν Ἐδεσηνῶν πόλιν, διὰ πολλοῦ χρόνου προελθὼν τοῦ οἰκήματος ἐν ᾧ ἐφιλοσόφει, κατεμέμφετο τοὺς τὰς οὐσίας ἔχοντας, ὡς οὐ δέον ὑπερορῶντας τὸ ὁμόφυλον ἀπορίᾳ ἐπιτηδείων φθειρόμενον, τὸν δὲ οἰκεῖον πλοῦτον ἐπιμελῶς φυλάττοντας, ἐπὶ βλάβῃ σφῶν καὶ τιμωρίᾳ τῆς ἰδίας ψυχῆς, ἣν τιμιωτέραν παντοδαποῦ πλούτου καὶ αὐτοῦ τοῦ σώματος καὶ τῶν ἄλλων, φιλοσοφῶν ἐδείκνυ: παῤ οὐδὲν δὲ ταύτην ποιουμένους, διὰ τῶν ἔργων ἀπήλεγχεν.