Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Τριῶν δὲ ἤδη διαγενομένων ἐνιαυτῶν, πάλιν οἱ ἐπὶ τῆς ἕω ἐπίσκοποι, τοῖς ἀνὰ τὴν δύσιν ἑτέραν διεπέμψαντο γραφὴν, ἣν μακρόστιχον ἔκθεσιν ὀνομάζουσιν, ὡς διὰ πλειόνων ῥημάτων τε καὶ νοημάτων παρὰ τὰς προτέρας συγκειμένην. Καὶ οὐσίας μὲν ἐν ταύτῃ Θεοῦ μνήμην οὐκ ἐποιήσαντο. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν, ἢ ἐξ ἑτέρας ὑποστάσεως, οὐκ ἐκ Θεοῦ, καὶ ὅτι ἦν ποτὲ χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν, ἀπεκήρυττον.

Εὐδοξίου δὲ, ὃς ἔτι Γερμανικείας ἐπίσκοπος ἦν, Μαρτυρίου τε καὶ Μακεδονίου διακομισάντων ταύτην τὴν γραφὴν, οὐ προσεδέξαντο

256
οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς: ἀρκεῖσθαι γὰρ ἔφασαν τοῖς ἐν Νικαίᾳ δόξασι, καὶ παρὰ ταῦτα πολυπραγμονεῖν οὐδὲν λοιπὸν ᾤοντο δεῖν.

Ἐπεὶ δὲ Κώνστας ὁ βασιλεὺς ᾔτει χάριν τὸν ἀδελφὸν, ὥστε τοὺς ἀμφὶ τὸν Ἀθανάσιον τοὺς οἰκείους ἀπολαβεῖν θρόνους, καὶ γράφων οὐδὲν ἤνυεν, ἀντιπραττόντων τῶν ἀπὸ τῆς ἐναντιας αἱρέσεως: οἱ δὲ περὶ τὸν Ἀθανάσιον καὶ Παῦλον προσιόντες αὐτῷ γενέσθαι σύνοδον ἐζήτουν, ὡς ἐπὶ καθαιρέσει τῶν ὀρθῶν δογμάτων ἐπιβουλευθέντες: ἔδοξε γνώμῃ τῶν βασιλέων, τοὺς ἀφ̓ ἑκατέρας ἀρχομένης ἐπισκόπους εἰς ῥητὴν ἡμέραν καταλαβεῖν τὴν Σαρδικήν:

πόλις δὲ αὕτη Ἰλλυριῶν. Συνελθόντες δὲ πρῶτον εἰς Φιλιππούπολιν τῆς Θρᾴκης οἱ ἀπὸ τῆς ἕω, γράφουσι τοῖς ἀπὸ τῆς δύσεως ἤδη ἐν Σαρδικῇ συνεληλυθόσιν, ἀπώσασθαι τοῦ συνεδρίου καὶ τῆς κοινωνίας τοὺς ἀμφὶ τὸν Ἀθανάσιον, ὡς καθῃρημένους: ἄλλως δὲ μὴ συνιέναι ἔφασαν. Μετὰ δὲ ταῦτα καὶ εἰς Σαρδικὴν παραγενόμενοι, ἰσχυρίζοντο μὴ ἐμβαλεῖν

257
τῇ ἐκκλησίᾳ, συνιόντων τῶν πρὸς αὐτῶν καθῃρημένων.

Πρὸς ταῦτα δὲ οἱ ἀπὸ τῆς δύσεως ἀντέγραψαν, ὡς οὐδέποτε τῆς πρὸς αὐτοὺς κοινωνίας ἀπέστησαν, οὔτε νῦν ταύτης ἀναχωρήσουσι: καὶ μάλιστα Ἰουλίου τοῦ Ῥωμαίων ἐπισκόπου τὰ κατ̓ αὐτοὺς ἐξετάσαντος, καὶ μὴ καταγνόντος: παρεῖναι δὲ αὐτοὺς, καὶ ἑτοίμως ἔχειν δικάζεσθαι, καὶ αὖθις ἀπελέγξειν τὰς ἐπαχθείσας αὐτοῖς αἰτίας.

Ὡς δὲ παρὰ σφᾶς τοιαῦτα δηλοῦντες οὐδὲν ἤνυον, ἤδη καὶ ὑπερημέρου τῆς κυρίας γενομένης, ἐν ᾗ κρίνειν ἔδει περὶ ὧν συνεληλύθεσαν, τὸ τελευταῖον τοιαῦτα ἔγραψαν ἀλλήλοις, ἐξ ὧν εἰς μείζονα τῆς προτέρας δυσμενείας κατέστησαν.

Καὶ καθ̓ ἑαυτοὺς συνελθόντες, ψήφους ἐναντίας ἤνεγκαν. Οἱ μὲν γὰρ ἀπὸ τῆς ἀνατολῆς, τὰ ἤδη αὐτοῖς δόξαντα ἐπὶ Ἀθανασίῳ καὶ Παύλῳ καὶ Μαρκέλλῳ καὶ Ἀσκληπᾷ κυρώσαντες, καθεῖλον Ἰούλιον τὸν Ῥώμης ἐπίσκοπον, ὡς ἄρξαντα τῆς πρὸς αὐτοὺς κοινωνίας: Ὅσιόν τε τὸν ὁμολογητὴν, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, καὶ ὅτι φίλος ἐγένετο

258
Παυλίνῳ καὶ Εὐσταθίῳ τοῖς ἡγησαμένοις τῆς Ἀντιοχέων ἐκκλησίας: καὶ Μαξιμῖνον τὸν Τριβέρεως ἐπίσκοπον, ὡς πρῶτον Παύλῳ κοινωνήσαντα, καὶ αἴτιον αὐτῷ γενόμενον τῆς εἰς Κωνσταντινούπολιν καθόδου, καὶ τοὺς εἰς Γαλλίαν ἀπὸ τῆς ἕω παραγενομένους ἐπισκόπους ἀποκηρύξαντα.

Ἐπὶ τούτοις καθεῖλον καὶ Πρωτογένην τὸν Σαρδικῆς ἐπίσκοπον, καὶ Γαυδέντιον: τὸν μὲν ὡς Μαρκέλλου ὑπερμαχοῦντα, πρότερον αὐτοῦ καταψηφισάμενον: τὸν δὲ Γαυδέντιον, ὡς ἐναντία σπουδάσαντα Κυριακῷ ὃν διεδέξατο, καὶ περὶ πολλοῦ ποιούμενον τοὺς πρὸς αὐτῶν καθῃρημένους. Ταῦτα ψηφισάμενοι, τοῖς πανταχοῦ ἐπισκόποις δῆλα ἐποίησαν: ὥστε μήτε προσίεσθαι εἰς κοινωνίαν, μήτε γράφειν αὐτοῖς, μήτε τὰ παῤ αὐτῶν γραφόμενα δέχεσθαι.

Περὶ δὲ τοῦ Θεοῦ δοξάζειν ἐκέλευον, ὃν τρόπον ὑφηγεῖτο ἡ τῇ αὐτῶν ἐπιστολῇ ὑποτεταγμένη γραφή: ὁμοουσίου μὲν μνήμην μὴ ποιουμένη: ἀποκηρύττουσα δὲ τοὺς λέγοντας τρεῖς εἶναι Θεοὺς, ἢ τὸν Χριστὸν μὴ εἶναι Θεὸν, ἢ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν

259
καὶ ἅγιον Πνεῦμα, ἢ ἀγέννητον τὸν Υἱὸν, ἢ ὅτι ἦν ποτὲ χρόνος ἢ αἰὼν ὅτε μὴ ἦν.