Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τὰ δὲ ἐν Τύρῳ καὶ ἐν τῷ Μαρεώτῃ μὴ ἐν δίκῃ πεπράχθαι κατὰ Ἀθανασίου: κατηγορεῖν δὲ τῶν μὲν, τὴν κατὰ Ἀρσένιον συκοφαντίαν: τῶν δὲ ἐν τῷ Μαρεώτῃ, τὴν Ἀθανασίου ἀπουσίαν: ἐφ̓ ἅπασι δὲ,

τὸ αὔθαδες τῶν γραμμάτων ἐμέμφετο. Καὶ ἐκ τούτων δὲ καὶ ἐκ πάντων ἀνελογίζετο χρῆναι βοηθεῖν Ἀθανασίῳ καὶ Παύλῳ: μετ̓ οὐ πολὺ γὰρ καὶ αὐτὸς εἰς Ἰταλίαν παραγενόμενος, τὰ κατ̓ αὐτὸν ἀπωδύρετο. Ἐπεὶ δὲ ἐξ ὧν ἔγραφε περὶ αὐτῶν τοῖς ἀνὰ τὴν ἕω ἱερεῦσιν οὐδὲν ἤνυε, δῆλα τὰ κατ̓ αὐτοὺς ἐποίησε

254

Κώνσταντι τῷ βασιλεῖ. Ὁ δὲ Κωνσταντίῳ τῷ ἀδελφῷ ἔγραψε, πέμψαι τινὰς τῶν ἀπὸ τῆς ἕω ἐπισκόπων, ἀπολογησομένους περὶ τῆς αὐτῶν καθαιρέσεως. Καὶ αἱροῦνται ἐπὶ τούτῳ τρεῖς, Νάρκισσος ὁ Εἰρηνοπόλεως τῆς Κιλικίας ἐπίσκοπος, καὶ Θεόδωρος ὁ Ἡρακλείας τῆς Θρᾴκης, καὶ Μάρκος ὁ Ἀρεθούσης τῆς Συρίας.

Καὶ παραγενόμενοι εἰς Ἰταλίαν, τοῖς ὑπ̓ αὐτῶν πεπραγμένοις ἰσχυρίζοντο, καὶ τὸν βασιλέα πείθειν ἐπειρῶντο, δικαίαν εἶναι τῆς ἀνατολικῆς συνόδου τὴν κρίσιν. Ἀπαιτούμενοι δὲ λέγειν ὅπως πιστεύσωσι, τὴν μὲν ἐκτεθεῖσαν παῤ αὐτῶν ἐν Ἀντιοχείᾳ ἀπεκρύψαντο: ἑτέραν δὲ ἔγγραφον ὁμολογίαν ἐκδεδώκασι, καὶ οὕτως ἀπᾴδουσαν τῆς ἐν Νικαίᾳ δοκιμασθείσης.

Συνιδὼν δὲ Κώνστας ὡς ἀδίκως ἐπεβούλευσαν τοῖς ἀνδράσιν, οὐκ ἐγκλημάτων ἕνεκεν οὐδὲ βίου ἀποστρεφόμενοι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς αἱ καθαιρέσεις εἶχον, ἀλλὰ τῆς περὶ τὸ δόγμα διαφωνίας, ἀπέπεμψε τούτους, μὴ πείσαντας περὶ ὧν ἐληλύθεισαν.

255

Περὶ τῆς μακροστίχου ἐκθέσεως: καὶ περὶ τῶν ἐν Σαρδικῇ συνόδῳ γεγενημένων: ὡς καθεῖλον οἱ τῆς ἑῴας Ἰούλιον τὸν Ῥώμης, καὶ Ὅσιον τὸν Σπάνιον ἐπίσκοπον, ὡς Ἀθανασίῳ καὶ τοῖς λοιποῖς κοινωνήσαντας.

Τριῶν δὲ ἤδη διαγενομένων ἐνιαυτῶν, πάλιν οἱ ἐπὶ τῆς ἕω ἐπίσκοποι, τοῖς ἀνὰ τὴν δύσιν ἑτέραν διεπέμψαντο γραφὴν, ἣν μακρόστιχον ἔκθεσιν ὀνομάζουσιν, ὡς διὰ πλειόνων ῥημάτων τε καὶ νοημάτων παρὰ τὰς προτέρας συγκειμένην. Καὶ οὐσίας μὲν ἐν ταύτῃ Θεοῦ μνήμην οὐκ ἐποιήσαντο. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν, ἢ ἐξ ἑτέρας ὑποστάσεως, οὐκ ἐκ Θεοῦ, καὶ ὅτι ἦν ποτὲ χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν, ἀπεκήρυττον.

Εὐδοξίου δὲ, ὃς ἔτι Γερμανικείας ἐπίσκοπος ἦν, Μαρτυρίου τε καὶ Μακεδονίου διακομισάντων ταύτην τὴν γραφὴν, οὐ προσεδέξαντο

256
οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς: ἀρκεῖσθαι γὰρ ἔφασαν τοῖς ἐν Νικαίᾳ δόξασι, καὶ παρὰ ταῦτα πολυπραγμονεῖν οὐδὲν λοιπὸν ᾤοντο δεῖν.