Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Τῶν δὲ ἐξ Αἰγύπτου ἐπισκόπων ψευδῆ ταῦτα εἶναι γραψάντων, μαθὼν Ἰούλιος ὡς οὐκ ἀσφαλὲς Ἀθανασίῳ τέως ἐν Αἰγύπτῳ διάγειν, τὸν μὲν πρὸς ἑαυτὸν μετεκαλέσατο. Τοῖς δὲ ἐν Ἀντιοχείᾳ συνελθοῦσιν, ἔτυχε γὰρ τηνικαῦτα τὴν τούτων δεξάμενος ἐπιστολὴν, ἔγραψεν, ἐγκαλῶν ὡς λάθρα περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου νεωτερίζουσι, καὶ παρὰ τοὺς νόμους τῆς ἐκκλησίας αὐτὸν εἰς τὴν σύνοδον οὐ κεκλήκασιν: εἶναι γὰρ νόμον ἱερατικὸν, ὃς ἄκυρα ἀποφαίνει τὰ

253
παρὰ γνώμην πραττόμενα τοῦ Ῥωμαίων ἐπισκόπου.

Τὰ δὲ ἐν Τύρῳ καὶ ἐν τῷ Μαρεώτῃ μὴ ἐν δίκῃ πεπράχθαι κατὰ Ἀθανασίου: κατηγορεῖν δὲ τῶν μὲν, τὴν κατὰ Ἀρσένιον συκοφαντίαν: τῶν δὲ ἐν τῷ Μαρεώτῃ, τὴν Ἀθανασίου ἀπουσίαν: ἐφ̓ ἅπασι δὲ,

τὸ αὔθαδες τῶν γραμμάτων ἐμέμφετο. Καὶ ἐκ τούτων δὲ καὶ ἐκ πάντων ἀνελογίζετο χρῆναι βοηθεῖν Ἀθανασίῳ καὶ Παύλῳ: μετ̓ οὐ πολὺ γὰρ καὶ αὐτὸς εἰς Ἰταλίαν παραγενόμενος, τὰ κατ̓ αὐτὸν ἀπωδύρετο. Ἐπεὶ δὲ ἐξ ὧν ἔγραφε περὶ αὐτῶν τοῖς ἀνὰ τὴν ἕω ἱερεῦσιν οὐδὲν ἤνυε, δῆλα τὰ κατ̓ αὐτοὺς ἐποίησε

254

Κώνσταντι τῷ βασιλεῖ. Ὁ δὲ Κωνσταντίῳ τῷ ἀδελφῷ ἔγραψε, πέμψαι τινὰς τῶν ἀπὸ τῆς ἕω ἐπισκόπων, ἀπολογησομένους περὶ τῆς αὐτῶν καθαιρέσεως. Καὶ αἱροῦνται ἐπὶ τούτῳ τρεῖς, Νάρκισσος ὁ Εἰρηνοπόλεως τῆς Κιλικίας ἐπίσκοπος, καὶ Θεόδωρος ὁ Ἡρακλείας τῆς Θρᾴκης, καὶ Μάρκος ὁ Ἀρεθούσης τῆς Συρίας.

Καὶ παραγενόμενοι εἰς Ἰταλίαν, τοῖς ὑπ̓ αὐτῶν πεπραγμένοις ἰσχυρίζοντο, καὶ τὸν βασιλέα πείθειν ἐπειρῶντο, δικαίαν εἶναι τῆς ἀνατολικῆς συνόδου τὴν κρίσιν. Ἀπαιτούμενοι δὲ λέγειν ὅπως πιστεύσωσι, τὴν μὲν ἐκτεθεῖσαν παῤ αὐτῶν ἐν Ἀντιοχείᾳ ἀπεκρύψαντο: ἑτέραν δὲ ἔγγραφον ὁμολογίαν ἐκδεδώκασι, καὶ οὕτως ἀπᾴδουσαν τῆς ἐν Νικαίᾳ δοκιμασθείσης.

Συνιδὼν δὲ Κώνστας ὡς ἀδίκως ἐπεβούλευσαν τοῖς ἀνδράσιν, οὐκ ἐγκλημάτων ἕνεκεν οὐδὲ βίου ἀποστρεφόμενοι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς αἱ καθαιρέσεις εἶχον, ἀλλὰ τῆς περὶ τὸ δόγμα διαφωνίας, ἀπέπεμψε τούτους, μὴ πείσαντας περὶ ὧν ἐληλύθεισαν.

255