Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ΤΑ μὲν δὴ κατὰ τὴν Κωνσταντίνου βασιλείαν συμβάντα ταῖς ἐκκλησίαις, ὧδε ἔσχε. Τελευτήσαντος δὲ αὐτοῦ πάλιν εἰς ζήτησιν ἤγετο τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δόγμα: τοῦτο γὰρ εἰ καὶ μὴ πάντες ἀπεδέχοντο, Κωνσταντίνου ἔτι περιόντος τῷ βίῳ οὐδεὶς περιφανῶς ἐκβαλεῖν ἐτόλμησεν.

Ὡς δὲ ἐτελεύτησε,

226
πολλοὶ ταύτης τῆς δόξης ἀπέστησαν: οὗτοι δὲ ἦσαν, οἱ καὶ πρὶν ἐπὶ προδοσίᾳ ταύτης ὕποπτοι: πάντων δὲ μάλιστα πλείστην ἐποιοῦντο σπουδὴν τὴν Ἀρείου δόξαν κρατεῖν,

Εὐσέβιος καὶ Θεόγνιος οἱ ἐκ Βιθυνίας. Ὤιοντο δὲ τοῦτο κατορθῶσαι ῥᾳδίως, εἰ τὴν ἐκ τῆς ὑπερορίας κάθοδον Ἀθανασίῳ ἀνέλοιεν, ὁμοδόξῳ δὲ αὐτοῖς τὰς κατ̓ Αἴγυπτον ἐκκλησίας παραδοῖεν. Καὶ οἱ μὲν τάδ̓ ἐπενόουν, ὑπουργὸν ἔχοντες τὸν πρεσβύτερον, ὃς αἴτιος ἐπὶ Κωνσταντίνου ἐγένετο τῆς Ἀρείου ἀνακλήσεως. Ἐτύγχανε γὰρ καὶ Κωνσταντίῳ τῷ βασιλεῖ κεχαρισμένος, καθότι τὴν πατρῴαν αὐτῷ διαθήκην ἀπέσωσεν.

Οἷά τε πιστὸς παρρησίαν λαβὼν, μέχρι τῆς βασιλέως γαμετῆς καὶ τῶν ἐν δυνάμει θαλαμηπόλων εὐνούχων συνήθης ἐγένετο: προειστήκει δὲ τότε τῆς βασιλικῆς οἰκίας Εὐσέβιος, ὃς ἐπαινέτης τῆς Ἀρείου δόξης γενόμενος, ὁμόφρονας ἑαυτῷ τὴν βασιλίδα, καὶ πολλοὺς τῶν περὶ τὰ βασίλεια κατεστήσατο.

Ἐντεῦθέν τε πάλιν περὶ τοῦ δόγματος ἰδίᾳ τε καὶ δημοσίᾳ συχναὶ διαλέξεις ἐγένοντο, σὺν ταύταις τε καὶ ὕβρεις, καὶ ἀπέχθειαι.

227
Καὶ τὸ πρᾶγμα τοῖς ἀμφὶ Θεόγνιον κατὰ γνώμην προὐχώρει.