Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ ὥστε τοῦτο δῆλον γενέσθαι, κήρυξ βοῶν σημανεῖ πᾶσιν, ὅτι Οὐσθαζάνης τὴν κεφαλὴν ἀποτέμνεται, μοχθηρὸς μὲν οὐδαμῶς ἔν τινι ἐν τοῖς βασιλείοις φανεὶς, Χριστιανὸς δὲ ὢν, καὶ τὸν ἴδιον Θεὸν ἀρνήσασθαι τῷ βασιλεῖ μὴ πειθόμενος.

Καὶ ὁ μὲν εὐνοῦχος ἤγγειλε ταῦτα. Σαβώρης δὲ κατὰ τὴν αἴτησιν Οὐσθαζάνου, κήρυκα βοῆσαι προσέταξεν. Ὤιετο γὰρ τοὺς ἄλλους ἑτοίμως παύεσθαι χριστιανίζειν, εἰ κατὰ νοῦν λάβοιεν, ὡς οὐδενὸς Χριστιανοῦ φείσεται, πρεσβύτην τροφέα, καὶ οἰκεῖον εὔνουν ἀνελών. Οὐσθαζάνης δὲ ἐσπούδαζεν ἀνακηρυχθῆναι τὴν αἰτίαν τῆς αὐτοῦ τιμωρίας, λογισάμενος ὡς ἡνίκα εὐλαβηθεὶς προσεκύνησε τὸν ἥλιον, πολλοὺς Χριστιανῶν εἰς δέος κατέστησε: νυνὶ δὲ εἰ μάθοιεν αὐτὸν ὑπὲρ τῆς θρησκείας ἀναιρεθέντα, μιμητὰς πολλοὺς ποιήσει τῆς οἰκείας ἀνδρείας.

140

Περὶ τῶν ὑπὸ Σαβώρου ἀναιρεθέντων Χριστιανῶν ἐν Περσίδι.

Ὧδε μὲν Οὐσθαζάνης ἐνδοξοτάτην βιοτὴν ἐνθάδε κατέλιπε. Συμεώνης δὲ μαθὼν ἐν τῷ δεσμωτηρίῳ, εὐχαριστήρια περὶ αὐτοῦ τῷ Θεῷ ηὔξατο. Τῇ δὲ ἑξῆς ἡμέρᾳ, ἔτυχε δὲ ἕκτην τῆς ἑβδομάδος εἶναι, καθ̓ ἣν πρὸ τῆς ἀναστασίμου πανηγύρεως ἡ ἐτήσιος τοῦ σωτηρίου πάθους ἀνάμνησις ἐπιτελεῖται, καὶ τὸν Συμεώνην ἐψηφίσατο ὁ βασιλεὺς ξίφει ἀναιρεθῆναι. Προαχθεὶς γὰρ αὖθις ἐκ τοῦ δεσμωτηρίου εἰς τὰ βασίλεια, γενναίως μάλα διελέχθη Σαβώρῃ περὶ τοῦ δόγματος, καὶ οὔτε αὐτὸν, οὔτε τὸν ἥλιον προσκυνῆσαι ἠνέσχετο.

Κατὰ δὲ τὴν αὐτὴν ἡμέραν, ὁμοίως ἀναιρεθῆναι

141
προσετάχθησαν καὶ ἄλλοι ἑκατὸν ἐν τῷ δεσμωτηρίῳ ὄντες: τελευταῖον δὲ αὐτοῖς ἐπισφαγῆναι Συμεώνην, τὸν πάντων θάνατον θεασάμενον. Ἦσαν δὲ τούτων οἱ μὲν, ἐπίσκοποι: οἱ δὲ, πρεσβύτεροι, καὶ ἄλλοι ἄλλων κληρικῶν ταγμάτων.