Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐνταῦθα δὲ περὶ ἑαυτοῦ δείσας ἕκαστος, διεσκεδάσθησαν ἀλλήλων. Ὁ δὲ βασιλεὺς, μόνος ἀλώμενος, οἷα φιλεῖ συμβαίνειν τοῖς ἀνθρώποις ἀμηχανοῦσιν ἐν τοῖς δεινοῖς, ἐνενοήθη τὸν Χριστόν καὶ Θεὸν αὐτὸν ἡγεῖσθαι, καὶ τοῦ λοιποῦ σέβειν κατὰ νοῦν ἐδοκίμασεν, εἰ τὸ παρὸν διαφύγοι κακόν. Ἔτι δὲ αὐτοῦ ταῦτα ἐνθυμουμένου, παραχρῆμα διελύθη ἡ ἀχλὺς, καὶ ὁ ἀὴρ εἰς αἰθρίαν μετέβαλεν: ἐμβαλούσης τε τῆς ἀκτῖνος τῇ ὕλῃ, διεσώθη ἐνθάδε.

Καὶ τὸ συμβὰν τῇ γαμετῇ κοινωσάμενος, μετεπέμψατο τὴν αἰχμάλωτον, καὶ τίνα τρόπον προσήκει τὸν Χριστὸν θρησκεύειν, ἐκέλευσε διδάσκειν. Τῆς δὲ ὅσα γυναικὶ θέμις λέγειν τε καὶ ποιεῖν εἰσηγησαμένης, ἀγείρας τοὺς ὑπηκόους ἐκεῖνος, τὰς συμβάσας αὐτῷ καὶ τῇ γαμετῇ θείας εὐεργεσίας εἰς κοινὸν ἐξήγγειλε: μήπω δὲ μυηθεὶς, τὰ περὶ τοῦ

130
δόγματος μετέδωκε τοῖς ἀρχομένοις: καὶ τὸν Χριστὸν πανδημεὶ σέβειν πείθουσιν, αὐτὸς μὲν τοὺς ἄνδρας, ἡ δὲ βασίλισσα ἅμα τῇ αἰχμαλώτῳ τὰς γυναῖκας.