Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τάδε τοῦ βασιλέως γράψαντος, οἱ μὲν ἄλλοι δείσαντες οἴκαδε ἀνεχώρησαν: οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον παραγενόμενοι πρὸς βασιλέα, δίκαια ψηφίσασθαι ἐπὶ Ἀθανασίῳ τὴν ἐν Τύρῳ σύνοδον διϊσχυρίζοντο. Καὶ μάρτυρας παραγαγόντες εἰς μέσον Θεόγνιον καὶ Μάριν καὶ Θεόδωρον, Οὐάλεντά τε καὶ Οὐρσάκιον, ἔπεισαν ὡς μυστικὸν ποτήριον συνέτριψεν: ἄλλα τε πολλὰ λοιδορησάμενοι,

ἐκράτησαν ταῖς διαβολαῖς. Ὁ δὲ βασιλεὺς, ἢ ἀληθῆ τάδε πιστεύσας, ἢ λοιπὸν ὁμονοεῖν τοὺς ἐπισκόπους ὑπολαβὼν, εἴπερ ἐκποδὼν γένηται ὁ Ἀθανάσιος, προσέταξεν αὐτὸν ἐν Τριβέρει τῶν πρὸς δύσιν Γαλατῶν οἰκεῖν. Καὶ ὁ μὲν ἀπήχθη.

208

Περὶ Ἀλεξάνδρου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως, ὅπως ἀνεδύετο εἰς κοινωνίαν Ἄρειον δέξασθαι: καὶ ὡς διερράγη Ἄρειος, νυξάσης αὐτὸν τῆς γαστρὸς εἰς ἀπόπατον.

Μετὰ δὲ τὴν ἐν Ἱεροσολύμοις σύνοδον ἧκε Ἄρειος εἰς Αἴγυπτον. Μὴ κοινωνούσης δὲ αὐτῷ τῆς Ἀλεξανδρέων ἐκκλησίας, πάλιν ἦλθεν εἰς Κωνσταντινούπολιν. Ἐπίτηδες δὲ συνδραμόντων τῶν τὰ αὐτὰ φρονούντων ἰδίᾳ καὶ τῶν πειθομένων Εὐσεβίῳ τῷ Νικομηδείας ἐπισκόπῳ, καὶ σύνοδον ποιῆσαι παρασκευαζομένων, αἰσθόμενος τῆς αὐτῶν σπουδῆς Ἀλέξανδρος ὁ τότε τὸν ἐν Κωνσταντινουπόλει διέπων θρόνον,

ἐπειράθη διαλῦσαι τὴν σύνοδον. Ὡς δὲ τοῦτο οὐκ ἐξεγένετο, ἄντικρυς ἀπηγόρευε ταῖς πρὸς Ἄρειον σπονδαῖς, μὴ θεμιτὸν μηδὲ ἐκκλησιαστικὸν εἶναι λέγων, σφῶν αὐτῶν τὴν ψῆφον ἄκυρον ποιεῖν, καὶ τῶν ἅμα αὐτοῖς ἐκ πάσης σχεδὸν τῆς ὑφ̓ ἥλιον συνεληλυθότων εἰς

209
Νίκαιαν. Οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον, ὡς τὰ πρῶτα λόγοις οὐκ ἔπειθον τὸν Ἀλέξανδρον, ἐμπαροινήσαντες αὐτῷ μετὰ ἀπειλῆς διεμαρτύραντο, εἰ μὴ προσδέξεται τὸν Ἄρειον εἰς ῥητὴν ἡμέραν, αὐτὸν μὲν ὑπερορίαν οἰκήσειν ἐκβληθέντα τῆς ἐκκλησίας,

Ἀρείῳ δὲ κοινωνήσειν τὸν μετ̓ αὐτόν. Ἐπὶ τούτοις τε ἀπηλλαγησαν τότε ἀλλήλων: οἱ μὲν, τῇ προθεσμίᾳ περιμένοντες ἐπιτελέσαι τὰς ἀπειλάς: ὁ δὲ Ἀλέξανδρος, προσευχόμενος μὴ εἰς ἔργον ἐκβῆναι τοὺς Εὐσεβίου λόγους. Μάλιστα δὲ αὐτὸν περιδεᾶ ἐποίει καὶ ὁ βασιλεὺς, ἐνδιδόναι τρόπον τινὰ συμπεισθείς. Τῇ δὲ πρὸ τῆς προθεσμίας ἡμέρᾳ, εἰσδὺς ὑπὸ τὸ θυσιαστήριον, παννύχιος ἔκειτο πρηνὴς, τοῦ Θεοῦ δεόμενος ἐμποδισθῆναι τὸ τέλος τῶν κατ̓ αὐτοῦ βεβουλευμένων.

Κατὰ δὲ ταύτην τὴν ἡμέραν, ἀπιών που περὶ δείλην ὀψίαν ὁ Ἄρειος, ἐξαπίνης ἀνακινησάσης αὐτὸν τῆς γαστρὸς, τοῦ κατεπείγοντος ἐγίνετο, καὶ εἰς δημόσιον τόπον πρὸς τοιαύτην χρείαν ἀφωρισμένον ἦλθεν. Ὡς δὲ ἐπὶ πολλῷ οὐκ ἐξῄει, εἰσελθόντες τινὲς τῶν ἔξω προσδεχομένων

210
αὐτὸν, καταλαμβάνουσιν νεκρὸν ἐπὶ τῆς καθέδρας κείμενον.

Ἐπεὶ δὲ τοῦτο δῆλον ἐγένετο, οὐ ταὐτὰ πάντες ἐνόμιζον περὶ τῆς αὐτοῦ τελευτῆς. Ἐδόκει δὲ τοῖς μὲν, ἀθρόᾳ νόσῳ ληφθεὶς περὶ τὴν καρδίαν, ἢ πάρεσιν ὑπομείνας ὑφ̓ ἡδονῆς τῶν κατὰ γνώμην ἀπαντησάντων πραγμάτων, αὐθωρὸν τεθνάναι: τοῖς δὲ, ὡς δυσσεβήσας δεδωκέναι δίκην. Οἱ δὲ τὰ αὐτοῦ φρονοῦντες, γοητείαις ἐλογοποίουν ἀνῃρῆσθαι τὸν ἄνδρα. Οὐκ ἄτοπον δὲ τὰ περὶ αὐτοῦ εἰρημένα Ἀθανασίῳ τῷ ἐπισκόπῳ Ἀλεξανδρείας εἰς μέσον ἀγαγεῖν: ἔχει δὲ ὧδε.