Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀλλ̓ ἐπείχθητε, καθὰ προείρηται, καὶ πρὸς ἡμᾶς σπεύσατε πάντες ᾗ τάχος: πεπεισμένοι ὡς παντὶ σθένει κατορθῶσαι πειράσομαι, ὅπως ἐν τῷ νόμῳ τοῦ Θεοῦ πάντα ἐξαιρέτως ἀδιάπτωτα φυλάττωνται, οἷς οὔτε ψόγος οὔτε κακοδοξία τὶς δυνήσεται προσπλακῆναι: διασκεδασθέντων δηλαδὴ καὶ συντριβέντων ἄρδην καὶ παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου, οἵ τινες ἐπὶ

207
προσχήματι τοῦ ἁγίου ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας παρέχουσι.

Τάδε τοῦ βασιλέως γράψαντος, οἱ μὲν ἄλλοι δείσαντες οἴκαδε ἀνεχώρησαν: οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον παραγενόμενοι πρὸς βασιλέα, δίκαια ψηφίσασθαι ἐπὶ Ἀθανασίῳ τὴν ἐν Τύρῳ σύνοδον διϊσχυρίζοντο. Καὶ μάρτυρας παραγαγόντες εἰς μέσον Θεόγνιον καὶ Μάριν καὶ Θεόδωρον, Οὐάλεντά τε καὶ Οὐρσάκιον, ἔπεισαν ὡς μυστικὸν ποτήριον συνέτριψεν: ἄλλα τε πολλὰ λοιδορησάμενοι,

ἐκράτησαν ταῖς διαβολαῖς. Ὁ δὲ βασιλεὺς, ἢ ἀληθῆ τάδε πιστεύσας, ἢ λοιπὸν ὁμονοεῖν τοὺς ἐπισκόπους ὑπολαβὼν, εἴπερ ἐκποδὼν γένηται ὁ Ἀθανάσιος, προσέταξεν αὐτὸν ἐν Τριβέρει τῶν πρὸς δύσιν Γαλατῶν οἰκεῖν. Καὶ ὁ μὲν ἀπήχθη.

208

Περὶ Ἀλεξάνδρου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως, ὅπως ἀνεδύετο εἰς κοινωνίαν Ἄρειον δέξασθαι: καὶ ὡς διερράγη Ἄρειος, νυξάσης αὐτὸν τῆς γαστρὸς εἰς ἀπόπατον.

Μετὰ δὲ τὴν ἐν Ἱεροσολύμοις σύνοδον ἧκε Ἄρειος εἰς Αἴγυπτον. Μὴ κοινωνούσης δὲ αὐτῷ τῆς Ἀλεξανδρέων ἐκκλησίας, πάλιν ἦλθεν εἰς Κωνσταντινούπολιν. Ἐπίτηδες δὲ συνδραμόντων τῶν τὰ αὐτὰ φρονούντων ἰδίᾳ καὶ τῶν πειθομένων Εὐσεβίῳ τῷ Νικομηδείας ἐπισκόπῳ, καὶ σύνοδον ποιῆσαι παρασκευαζομένων, αἰσθόμενος τῆς αὐτῶν σπουδῆς Ἀλέξανδρος ὁ τότε τὸν ἐν Κωνσταντινουπόλει διέπων θρόνον,

ἐπειράθη διαλῦσαι τὴν σύνοδον. Ὡς δὲ τοῦτο οὐκ ἐξεγένετο, ἄντικρυς ἀπηγόρευε ταῖς πρὸς Ἄρειον σπονδαῖς, μὴ θεμιτὸν μηδὲ ἐκκλησιαστικὸν εἶναι λέγων, σφῶν αὐτῶν τὴν ψῆφον ἄκυρον ποιεῖν, καὶ τῶν ἅμα αὐτοῖς ἐκ πάσης σχεδὸν τῆς ὑφ̓ ἥλιον συνεληλυθότων εἰς

209
Νίκαιαν. Οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον, ὡς τὰ πρῶτα λόγοις οὐκ ἔπειθον τὸν Ἀλέξανδρον, ἐμπαροινήσαντες αὐτῷ μετὰ ἀπειλῆς διεμαρτύραντο, εἰ μὴ προσδέξεται τὸν Ἄρειον εἰς ῥητὴν ἡμέραν, αὐτὸν μὲν ὑπερορίαν οἰκήσειν ἐκβληθέντα τῆς ἐκκλησίας,