Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ ὧδε πολεμεῖσθαι τοὺς ἐν Περσίδι Χριστιανοὺς ἔγνω Κωνσταντῖνος ὁ Ῥωμαίων βασιλεὺς, ἤσχαλλέ τε καὶ σφόδρα ἐδυσφόρει. Καὶ βοηθεῖν αὐτοῖς σπουδάζων, ἠπόρει ὅ, τι ποιήσοι, ὡς ἂν καὶ αὐτοὶ βεβαίως διάγοιεν. Καὶ συμβὰν κατ̓ ἐκεῖνο καιροῦ πρέσβεις παῤ αὐτὸν ἐλθεῖν τοῦ Περσῶν βασιλέως, ἐπινεύσας τοῖς αἰτουμένοις, τὰ κατὰ γνώμην πράξαντας

153

ἀπέπεμψεν. Εὔκαιρον δὲ τότε νομίσας, παραθέσθαι Σαβώρῃ τοὺς ἐν Περσίδι Χριστιανοὺς, ἔγραψε πρὸς αὐτὸν, μεγίστην καὶ ἀνάγραπτον ἀεὶ χαρὶν ὁμολογῶν ἕξειν, εἰ φιλάνθρωπος γένοιτο περὶ τοὺς ὑπ̓ αὐτὸν τὸ δόγμα τῶν Χριστιανῶν θαυμάζοντας. Ἐπεὶ καὶ τῷ τρόπῳ, φησὶ, τῆς θρησκείας οὐδὲν ἐγκαλεῖν ἐστὶν, εἴ γε μόναις εὐχαῖς ἀναιμάκτοις πρὸς ἱκεσίαν Θεοῦ ἀρκοῦνται. Οὐ γὰρ αὐτῷ φίλον αἱμάτων χύσις: μόνῃ δὲ χαίρει ψυχῇ καθαρᾷ, πρὸς ἀρετὴν καὶ εὐσέβειαν ὁρώσῃ: ὥς τε καὶ ἐπαινεῖν χρῆναι τοὺς ὧδε πιστεύοντας.

Ἔπειτα δὲ τῆς περὶ τὸ δόγμα προνοίας, ἵλεω καὶ αὐτὸ ἕξειν τὸ θεῖον ὑπισχνεῖτο, τεκμηρίοις χρώμενος τοῖς Οὐαλλεριανῷ καὶ αὐτῷ συμβεβηκόσιν. Αὐτὸς μὲν γὰρ διὰ τὴν εἰς Χριστὸν πίστιν συμμάχῳ χρώμενος τῇ θεόθεν ῥοπῇ, ἐκ τοῦ πρὸς δύσιν ὠκεανοῦ ἀρξάμενος, τὴν πᾶσαν Ῥωμαίων οἰκουμένην ὑφ̓ ἑαυτὸν ἐποιήσατο: καὶ πολλοὺς πολέμους κατώρθωσε, πρὸς ἀλλοφύλους καὶ τοὺς τότε τυράννους

154
μαχόμενος: καὶ μὴ δεηθῆναι σφαγίων ἢ μαντείων τινῶν: ἀλλὰ ἀποχρῆσαι αὐτῷ εἰς νίκην τὸ τοῦ σταυροῦ σύμβολον,

τῶν οἰκείων στρατευμάτων προηγούμενον, καὶ εὐχὴν καθαρὰν αἱμάτων καὶ ῥύπου. Ὁ δὲ Οὐαλλεριανὸς, ἐφ̓ ὅσον οὐκ ἐκακούργει τὰς ἐκκλησίας, εὐημερῶν διετέλει τὴν ἀρχήν: ἐπεὶ δὲ διωγμὸν ἐγείρειν ἐβουλεύσατο κατὰ τῶν Χριστιανῶν, θεία μῆνις ἐλάσασα αὐτὸν ὑπὸ Πέρσας ἐποίησε: παῤ ὧν αἰχμάλωτος ληφθεὶς,

ἐλεεινῶς τὸν βίον κατέπαυσε. Τοιαῦτα Σαβώρῃ γράψας Κωνσταντῖνος, ἐπειρᾶτο πείθειν αὐτὸν εὐνοεῖν τῇ θρησκείᾳ. Πλείστῃ γὰρ ἐχρῆτο κηδεμονίᾳ περὶ τοὺς πανταχοῦ Χριστιανοὺς, Ῥωμαίους καὶ ἀλλοφύλους.