Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Ἐκ πολλῶν οὖν καὶ ἄλλων ἔδοξέ μοι, τὸ δόγμα τῶν Χριστιανῶν Θεοῦ προνοίᾳ συνίστασθαι, καὶ εἰς τοσαύτην παρελθεῖν ἐπίδοσιν, οὐχ ἥκιστα δὲ ἐκ τῶν τότε γενομένων. Μέλλοντι γὰρ ἤδη Λικιννίῳ διώκειν πάσας τὰς ὑπ̓ αὐτὸν ἐκκλησίας, συνίσταται ὁ ἐν Βιθυνίᾳ πόλεμος, ὃν τελευταῖον ἐπολέμησαν πρὸς ἀλλήλους αὐτός τε καὶ Κωνσταντῖνος.
Τοσαύτῃ δὲ θείᾳ ῥοπῇ ἐχρήσατο Κωνσταντῖνος, ὡς κατὰ γῆν καὶ θάλασσαν κρατῆσαι τῶν ἐναντίων: ἀποβαλόντα δὲ Λικίννιον τὸ πεζὸν καὶ τὸ ναυτικὸν, ἑαυτὸν ἐν Νικομηδείᾳ προδοῦναι, καὶ ἰδιώτην ἐπί τινα χρόνον διαγαγεῖν ἐν Θεσσαλονίκῃ, κἀκεῖσε ἀναιρεθῆναι. Ἄνδρα ταπρῶτα τῆς ἡγεμονίας ἐν πολέμοις καὶ τοῖς ἄλλοις εὐδοκιμώτατον γενόμενον, καὶ τῷ γάμῳ τῆς ἀδελφῆς Κωνσταντίνου τετιμημένον, εἰς τοῦτο δὲ καταστάντα τέλους.