Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

μέχρι τοῦ πρὸς ἑσπέραν ὠκεανοῦ. Ἐπεὶ δὲ καὶ Κωνσταντῖνος τὴν αὐτὴν ἀρχὴν διεδέξατο, μᾶλλον διεφάνη τὰ τῆς ἐκκλησίας πράγματα. Μαξεντίου γὰρ τοῦ Ἐρκουλίου παιδὸς ἀναιρεθέντος, καὶ τῆς αὐτοῦ μοίρας εἰς Κωνσταντῖνον ἐπιπεσούσης, ἀδεῶς ἐθρήσκευον ὅσοι τε περὶ τὸν Θύβριν ποταμὸν ᾤκουν, καὶ τὸν Ἠριδανὸν, ὃν Πάδον οἱ ἐπιχώριοι καλοῦσι, καὶ τὸν Ἄκυλιν,

εἰς ὃν λόγος καθελκυσθῆναι τὴν Ἀργὼ, καὶ πρὸς τὸ Τυρρηνῶν διασωθῆναι πέλαγος. Οἱ γὰρ

33
Ἀργοναῦται τὸν Αἰήτην φεύγοντες, οὐ τὸν αὐτὸν πλοῦν ἐν τῇ ἐπανόδῳ ἐποιήσαντο. Περαιωθέντες δὲ τὴν ὑπὲρ Σκύθας θάλασσαν, διὰ τῶν τῇδε ποταμῶν ἀφίκοντο εἰς Ἰταλῶν ὅρια, καὶ χειμάσαντες ἐνταῦθα πόλιν ἔκτισαν, Ἤμονα προσαγορευομένην. Τοῦ δὲ θέρους ἐπικαταλαβόντος, συμπραξάντων αὐτοῖς τῶν ἐπιχωρίων, ἀμφὶ τοὺς τετρακοσίους σταδίους ὑπὸ μηχανῆς ἕλκοντες τὴν Ἀργὼ διὰ γῆς, ἐπὶ τὸν Ἄκυλιν ποταμὸν ἤγαγον, ὃς τῷ Ἠριδανῷ συμβάλλει: Ἠριδανὸς δὲ εἰς τὴν κατὰ Ἰταλοὺς θάλασσαν τὰς ἐκβολὰς ἔχει.

Μετὰ δὲ τὴν περὶ Κιβάλας μάχην Δαρδάνιοί τε καὶ Μακεδόνες, καὶ ὅσοι παρὰ τὸν Ἴστρον οἰκοῦσιν, ἥ τε καλουμένη Ἑλλὰς, καὶ πᾶν τὸ Ἰλλυριῶν ἔθνος, ὑπὸ Κωνσταντῖνον ἐγένοντο.

Περὶ τῆς διαφορᾶς μεταξὺ Κωνσταντίνου καὶ Λικιννίου τοῦ γαμβροῦ αὐτοῦ, διὰ τοὺς Χριστιανοὺς, καὶ ὡς κατὰ κράτος νικηθεὶς Λικίννιος διεφθάρη.

Λικίννιος δὲ μετὰ τὴν ἐνθάδε τροπὴν, πρότερον τὰ

34
τῶν Χριστιανῶν πρεσβεύων, μετεβάλετο τὴν γνώμην: καὶ πολλοὺς τότε τῶν ἐπὶ τῇ ἰδίᾳ ἀρχῇ ἱερέων ἐκάκωσε, πολλοὺς δὲ καὶ τῶν ἄλλων, καὶ μάλιστα τοῦ στρατιωτικοῦ πλήθους. Σφόδρα γὰρ ἀπεχθάνετο πρὸς τοὺς Χριστιανοὺς, διὰ τὴν πρὸς Κωνσταντῖνον διαφορὰν, οἰόμενος αὐτὸν λυπήσειν ταῖς δυσπραγίαις τῆς θρησκείας: ἅμα δὲ καὶ τὰς ἐκκλησίας ὑπολαμβάνων εὔχεσθαι καὶ σπουδάζειν ὑπ̓ αὐτοῦ μόνου βασιλεύεσθαι.