Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ἡ δὲ σύνοδος, ἐπανορθῶσαι τὸν βίον σπουδάζουσα

97
τῶν περὶ τὰς ἐκκλησίας διατριβόντων,

ἔθετο νόμους οὓς κανόνας ὀνομάζουσιν. Ἐν δὲ τῷ περὶ τούτου βουλεύεσθαι, τοῖς μὲν ἄλλοις ἐδόκει νόμον ἐπεισάγειν, ἐπισκόπους καὶ πρεσβυτέρους, διακόνους τε καὶ ὑποδιακόνους, μὴ συγκαθεύδειν ταῖς γαμεταῖς ἃς πρὶν ἱερᾶσθαι ἠγάγοντο.

Ἀναστὰς δὲ Παφνούτιος ὁ ὁμολογητὴς, ἀντεῖπε: τίμιον δὲ τὸν γάμον ἀποκαλῶν, σωφροσύνην δὲ τὴν πρὸς τὰς ἰδίας γυναῖκας συνουσίαν, συνεβούλευσε τῇ συνόδῳ μὴ τοιοῦτον θέσθαι νόμον. χαλεπὸν γὰρ εἶναι τὸ πρᾶγμα φέρειν: ἴσως δὲ καὶ αὐτοῖς,

καὶ ταῖς τούτων γαμεταῖς, τοῦ μὴ σωφρονεῖν αἰτία γενήσεται. κατὰ δὲ τὴν ἀρχαίαν τῆς ἐκκλησίας παράδοσιν, τοὺς μὲν ἀγάμους τοῦ ἱερατικοῦ τάγματος κοινωνήσαντας, μηκέτι γαμεῖν: τοὺς δὲ μετὰ γάμον, ὧν ἔχουσι γαμετῶν μὴ χωρίζεσθαι. Καὶ ταῦτα μὲν ὁ Παφνούτιος, καίπερ ἄπειρος ὢν γάμου, εἰσηγήσατο.

Ἐπῄνεσε δὲ καὶ ἡ σύνοδος τὴν βουλὴν, καὶ περὶ τούτου οὐδὲν ἐνομοθέτησεν: ἀλλὰ τῇ ἑκάστου γνώμῃ τὸ πρᾶγμα, οὐκ ἐν ἀνάγκῃ ἔθετο.

Περὶ δὲ

98
τῶν ἄλλων ἧπερ αὐτῇ καλῶς ἔχειν ἐδόκει, νόμους ἀνεγράψατο, καθ̓ οὓς πολιτεύεσθαι προσήκει τὰ τῆς ἐκκλησίας πράγματα. ἀλλὰ τούτοις μὲν, εἴ τῳ φίλον, ῥᾴδιον ἐντυχεῖν, παρὰ πολλοῖς φερομένοις.