Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Λέγεται δὲ τὸν βασιλέα τῆς πάντων Χριστιανῶν ὁμονοίας προνοοῦντα, καὶ Ἀκέσιον ὃς ἐπίσκοπος ἦν τῆς Ναυατιανῶν ἐκκλησίας, ἐπὶ τὴν σύνοδον καλέσαι: καὶ τὸν περὶ τῆς πίστεως καὶ τῆς ἑορτῆς ἐπιδεῖξαι ὅρον, ἤδη δὲ βεβαιωθέντα ταῖς τῶν ἐπισκόπων ὑπογραφαῖς, πυθέσθαί τε εἰ καὶ αὐτὸς τούτοις συναινεῖ. τὸν δὲ φάναι, μηδὲν ὡρίσθαι καινὸν, καὶ ἐπαινέσαι

96
τὸ τῇ συνόδῳ δόξαν: οὕτω γὰρ καὶ αὐτὸν ἐξ ἀρχῆς παρειληφέναι πιστεύειν τε καὶ ἑορτάζειν.

Τί οὖν, ἔφη ὁ βασιλεὺς, ὁμοίως φρονῶν, χωρίζῃ τῆς κοινωνίας; τοῦ δὲ προφέροντος τὴν ἐπὶ Δεκίου Ναυάτῳ καὶ Κορνηλίῳ συμβᾶσαν διαφορὰν, καὶ ὡς μετὰ τὸ βάπτισμα κοινωνίας οὐκ ἀξιοῖ μυστηρίων τοὺς ἁμαρτίας ἐνόχους, ἣν πρὸς θάνατον καλοῦσιν αἱ θεῖαι γραφαί: Θεοῦ γὰρ ἐξουσίας μόνου, οὐχ ἱερέων ἠρτῆσθαι τὴν ἄφεσιν: ὑπολαβὼν ὁ βασιλεὺς εἶπεν: ὦ Ἀκέσιε, κλίμακα θὲς,

καὶ μόνος εἰς οὐρανοὺς ἀνάβηθι. Ταῦτα δὲ οἶμαι εἰπεῖν τὸν βασιλέα πρὸς Ἀκέσιον, οὐκ ἐπαινοῦντα: ἀλλ̓ ὅτι ἄνθρωποι ὄντες, ἀναμαρτήτους σφᾶς εἶναι νομίζουσιν.