Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Κρίσπου καὶ Κωνσταντίνου τῶν Καισάρων ὑπατευόντων, ἡγεῖτο μὲν τῆς Ῥωμαίων ἐκκλησίας Σίλβεστρος, τῆς δὲ Ἀλεξανδρέων Ἀλέξανδρος, καὶ Μακάριος τῆς Ἱεροσολύμων. Τῆς δὲ Ἀντιοχέων τῶν πρὸς τῷ Ὀρρόντῃ μετὰ Ῥωμανὸν, οὔπω τὶς ἐπετέτραπτο,

22
τῶν διωγμῶν, ὡς εἰκὸς, μὴ συγχωρησάντων

γενέσθαι τὴν χειροτονίαν. Οὐκ εἰς μακρὰν δὲ οἱ εἰς Νίκαιαν συνεληλυθότες, θαυμάσαντες τοῦ βίου καὶ τῶν λόγων Εὐστάθιον, ἄξιον ἐδοκίμασαν τοῦ ἀποστολικοῦ θρόνου ἡγεῖσθαι: καὶ ἐπίσκοπον ὄντα τῆς γείτονος Βεροίας, εἰς Ἀντιόχειαν μετέστησαν. Τῶν δὲ Χριστιανῶν οἱ μὲν πρὸς ἕω μέχρι τῶν ὁμόρων Αἰγυπτίοις Λιβύων οὐκ ἐθάρρουν τότε εἰς τὸ φανερὸν ἐκκλησιάζειν, μεταβαλλομένου Λικιννίου τῆς πρὸς αὐτοὺς εὐνοίας: οἱ δὲ ἀνὰ τὴν δύσιν, Ἕλληνές τε καὶ Μακεδόνες καὶ Ἰλλυριοὶ, ἀδεῶς ἐθρήσκευον διὰ Κωνσταντῖνον, ὃς ἡγεῖτο τῶν τῇδε Ῥωμαίων.