Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Οἱ δὲ ἐπίσκοποι συνεχῶς συνιόντες τὸν Ἄρειον εἰς μέσον παρήγαγον, καὶ ἀκριβῆ βάσανον ἐποιοῦντο τῶν αὐτοῦ προτάσεων: προπετῶς δὲ ἐπὶ θάτερα τὴν ψῆφον ἄγειν ἐφυλάττοντο. Ἐπεὶ δὲ ἡ κυρία παρῆν, καθ̓ ἣν ὥριστο τεμεῖν τὰ ἀμφίβολα, συνῆλθον εἰς τὰ βασίλεια, καθότι καὶ τῷ κρατοῦντι δέδοκτο κοινωνῆσαι αὐτοῖς τῆς βουλῆς. Ἐπεὶ δὲ εἰς ταυτὸ παρεγένοντο τοῖς ἱερεῦσι, διαβὰς πρὸς τὴν ἀρχὴν τοῦ συλλόγου, ἐπὶ θρόνου τινὸς ἐκάθισεν ὅσπερ αὐτῷ κατεσκεύαστο:

καὶ ἡ σύνοδος καθῆσθαι ἐκελεύσθη. Παρεσκεύαστο γὰρ ἑκατέρωθεν βάθρα πολλὰ παρεκτεινόμενα τοῖς τοίχοις τοῦ βασιλείου οἴκου: μέγιστος δὲ ἦν οὗτος, καὶ τοὺς ἄλλους ὑπερφέρων. Καθεζομένων δὲ αὐτῶν, ἀναστὰς Εὐσέβιος ὁ Παμφίλου, λόγον τινὰ τῷ βασιλεῖ

89
προσεφώνησε, καὶ δἰ αὐτὸν τῷ Θεῷ χαριστήριον ὕμνον.

Παυσαμένου δὲ αὐτοῦ, καὶ σιγῆς γενομένης, Πάντων μὲν ἕνεκεν, ἔφη ὁ βασιλεὺς, τῷ Θεῷ τὴν χάριν ἔχω, οὐχ ἥκιστα δὲ τὸν ὑμέτερον σύλλογον ὁρῶν ὦ φίλοι. Καί μοι κρεῖττον εὐχῆς ἀπέβη, τοσούτους ἱερέας Χριστοῦ εἰς ταυτὸν ἀγαγεῖν. Βουλοίμην δ̓ ἂν ὁμόφρονας ὑμᾶς θεάσασθαι, καὶ συμφώνου γνώμης κοινωνούς. Ἐπεὶ παντὸς κακοῦ χαλεπώτερον ἡγοῦμαι, τὴν ἐκκλησίαν τοῦ Θεοῦ στασιάζειν. Ὅτε οὖν ἠγγέλθη ὧν οὐκ ὤφελον ἀκοῦσαι, σφόδρα τὴν ψυχὴν ἠνιάθην, διχονοεῖν ὑμᾶς πυθόμενος, οὓς ἥκιστα προσῆκε, Θεοῦ λειτουργοὺς ὄντας καὶ βραβευτὰς εἰρήνης. Καὶ διὰ τοῦτο τὴν ἱερὰν ὑμῶν συνεκρότησα σύνοδον: βασιλεύς τε ὢν καὶ συνθεράπων ὑμέτερος, χάριν αἰτῶ λαβεῖν ἀρεστὴν τῷ Θεῷ τῷ κοινῷ δεσπότῃ, ἐμοί τε λαβεῖν καὶ ὑμῖν δοῦναι πρέπουσαν. Ἡ δέ ἐστι, προενεγκεῖν εἰς μέσον τὰ αἴτια τῆς ἀμφισβητήσεως, καὶ ὁμόφρον καὶ εἰρηναῖον αὐτοῖς ἐπιθεῖναι τέλος: ὥστε

90
με σὺν ὑμῖν τοῦτο τὸ τρόπαιον ἀναστῆσαι κατὰ τοῦ φθονεροῦ δαίμονος, ὃς, τῶν ἀλλοφύλων καὶ τυράννων ἐκποδὼν γενομένων,

ταυτηνὶ τὴν ἐμφύλιον στάσιν ἤγειρε, νεμεσήσας τοῖς ἡμετέροις ἀγαθοῖς. Τοιαῦτα τῇ Ῥωμαίων φωνῇ τοῦ βασιλέως εἰπόντος, παρεστώς τις ἡρμήνευεν.