Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ ἐζήτουν διαλεχθῆναι Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ περὶ τοῦ δόγματος. Ὁ δὲ, καίπερ τοιαύτης γυμνασίας λόγων ἀτριβὴς, ἴσως δὲ τῷ βίῳ πεποιθὼς,

87
ἐγένετο γὰρ καλὸς καὶ ἀγαθὸς, ὑπέστη τὸν ἀγῶνα τοῦ βασιλέως προστάξαντος. Συνελθόντων δὲ τῶν φιλοσόφων, ἐπειδὴ πάντες διαλέγεσθαι ἠβούλοντο, ἕνα αὐτοὺς αἱρεῖσθαι ὃν θέλουσιν ἠξίου, τοὺς δὲ ἄλλους παρόντας ἡσυχίαν ἄγειν.

Ἀναδεξαμένου δὲ ἑνὸς τὸν λόγον, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔφη πρὸς αὐτὸν Ἀλέξανδρος, ἐπιτάττω σοι μὴ λαλεῖν. Ἅμα δὲ τῷ λόγῳ, καὶ ὁ ἄνθρωπος αὐτίκα τὸ στόμα πεδηθεὶς ἐσιώπα. Ἆῤ οὖν δίκαιον ἀναλογίσασθαι, πότερον μεῖζον ἐν παραδόξοις, ἄνθρωπον, καὶ ταῦτα φιλόσοφον, οὕτω ῥᾳδίως ἀφελέσθαι τοῦ λόγου, ἢ λίθον βίᾳ λόγου τῇ χειρὶ διελθεῖν, ὃ πρός τινων ἐπὶ Ἰουλιανῷ τῷ καλουμένῳ Χαλδαίῳ κεκομπολογῆσθαι ἀκήκοα: καὶ τὰ μὲν ὧδε ἐπυθόμην.

88

Ὅτι τῆς συνόδου ἀθροισθείσης, πρὸς αὐτοὺς ὁ βασιλεὺς δημηγορίαν ἐξεῖπεν.

Οἱ δὲ ἐπίσκοποι συνεχῶς συνιόντες τὸν Ἄρειον εἰς μέσον παρήγαγον, καὶ ἀκριβῆ βάσανον ἐποιοῦντο τῶν αὐτοῦ προτάσεων: προπετῶς δὲ ἐπὶ θάτερα τὴν ψῆφον ἄγειν ἐφυλάττοντο. Ἐπεὶ δὲ ἡ κυρία παρῆν, καθ̓ ἣν ὥριστο τεμεῖν τὰ ἀμφίβολα, συνῆλθον εἰς τὰ βασίλεια, καθότι καὶ τῷ κρατοῦντι δέδοκτο κοινωνῆσαι αὐτοῖς τῆς βουλῆς. Ἐπεὶ δὲ εἰς ταυτὸ παρεγένοντο τοῖς ἱερεῦσι, διαβὰς πρὸς τὴν ἀρχὴν τοῦ συλλόγου, ἐπὶ θρόνου τινὸς ἐκάθισεν ὅσπερ αὐτῷ κατεσκεύαστο: