Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀλλὰ ταῦτα μὲν μικρὰ ἄττα τῶν Ἀντωνίου πολιτευμάτων εἰπεῖν προήχθην, ἵν̓ ὑποδείγμασι χρώμενοι τοῖς εἰρημένοις, ἀναλογισώμεθα τοῦ ἀνδρὸς τὴν φιλοσοφίαν. Πλείστους δὲ καὶ εὐδοκιμωτάτους μαθητὰς ἔσχεν: ὧν οἱ μὲν ἐν Αἰγύπτῳ καὶ Λιβύῃ, οἱ δὲ ἐν Παλαιστίνῃ καὶ Συρίᾳ καὶ Ἀραβίᾳ διέπρεψαν. Καὶ ἕκαστος οὐχ ἧττον ἢ ὁ διδάσκαλος, παῤ οἷς διέτριβε διεβίω τε καὶ ἐπολιτεύσατο, καὶ πολλοὺς ἐπαίδευσε, καὶ εἰς τὴν ὁμοίαν ἀρετὴν καὶ φιλοσοφίαν ἤγαγεν.

Ὥστε ἔργον εἶναι, κατὰ πόλεις καὶ χώρας περιϊόντα ἐπιμελῶς ζητεῖν τοὺς Ἀντωνίου ἑταίρους, ἢ τοὺς τούτων διαδόχους. Πῶς γὰρ καὶ ῥᾳδία γένοιτο τούτων ἡ εὕρεσις, οἷς ἐν τῷ βίῳ λανθάνειν ἐσπουδάζετο ἐπιμελέστερον,

65
ἢ πολλοὶ τῶν νῦν ἀνθρώπων ὑπὸ φιλοτιμίας τυφόμενοι, πομπεύουσιν ἑαυτοὺς καὶ καταδήλους ποιοῦσιν.

Ἐγένοντό γε μὴν εὐδοκιμώτατοι ὧν παρειλήφαμεν Ἀντωνίου μαθητῶν, ἀλλοί τε πολλοὶ οὓς κατὰ τὸν οἰκεῖον καιρὸν ἀναγράψομεν, καὶ Παῦλος ὁ ἐπίκλην ἁπλοῦς. Ὅν φασιν ἄγροικον ὄντα καλῇ τὸ εἶδος γυναικὶ συνοικῆσαι: ἐπ̓ αὐτοφώρῳ δὲ αὐτὴν καταλαβόντα μοιχευομένην, ἠρέμα ἐπιγελάσαι, καὶ ὅρκον προσθεῖναι ὡς οὐκ ἔτι αὐτῇ συνοικήσει. Ἔχε δὲ αὐτὴν, πρὸς τὸν μοιχὸν εἰπὼν, εὐθὺς ἐπὶ τὴν ἐρημίαν ἦλθε πρὸς Ἀντώνιον.

Πρᾳότατον δὲ καὶ καρτερικὸν εἰς ἄγαν λέγεται τόνδε γενέσθαι τὸν ἄνδρα: ἀμέλειτοι καὶ γηραλέῳ ὄντι καὶ μοναστικῆς τληπαθείας ἀήθει, ἔτι γὰρ νέηλυς ἦν, παντοδαπαῖς πείραις προσβαλὼν Ἀντώνιος, ἐν οὐδενὶ ἀγεννῆ ἐφώρασε: τελείαν δὲ αὐτῷ φιλοσοφίαν ἐπιμαρτυρήσας, καθ̓ ἑαυτὸν διάγειν ἐπέτρεπεν, ὡς μηδὲν διδασκάλου δεόμενον. Ἐπεψηφίζετο δὲ καὶ ὁ Θεὸς τῇ Ἀντωνίου μαρτυρίᾳ, καὶ τοῖς ἔργοις

66
ἐπεδείκνυε τὸν ἄνδρα ἐνδοξότατον: κρείττονα δὲ καὶ αὐτοῦ τοῦ διδασκάλου εἰς τὸ κακοῦν καὶ ἀπελαύνειν τοὺς δαίμονας.

Περὶ τοῦ ἁγίου Ἀμοῦν, καὶ Εὐτυχιανοῦ τοῦ ἐν τῷ Ὀλύμπῳ.

Περὶ δὲ τοῦτον τὸν χρόνον, καὶ Ἀμοῦν ὁ Αἰγύπτιος ἐφιλοσόφει. Ὃν δὴ λόγος, βιασαμένων τῶν οἰκείων γυναῖκα ἀγαγέσθαι, μὴ πειραθῆναι δὲ αὐτῆς, ᾖ θέμις ἀνδράσιν. Ὡς γὰρ ἀρχὴν εἶχεν αὐτοῖς ὁ γάμος, καὶ νύμφην οὖσαν οἷα νυμφίος εἰς τὸν θάλαμον λαβὼν, ἐμονώθη, ὁ μὲν δὴ γάμος ἡμῖν οὗτος, ἔφη, ὦ γύναι, μέχρι τούτων τετέλεσται: ἡλίκον δὲ ἀγαθόν ἐστι δυνηθῆναι παρθένον διαμεῖναι, ἐκ τῶν ἱερῶν γραφῶν ὑφηγεῖτο, καὶ ἐπειρᾶτο καθ̓ ἑαυτὸν οἰκεῖν.

Ἀλλ̓ ἐπειδὴ τοὺς περὶ παρθενίας λόγους ἐπῄνει ἡ γυνὴ, χωρισθῆναι δὲ αὐτοῦ χαλεπῶς ἔφερεν, ἰδίᾳ καθεύδων

67
ἐπὶ δέκα καὶ ὀκτὼ ἔτεσι συνῆν αὐτῇ, μὴ δὲ οὕτω μοναχικῆς ἀσκήσεως ἀμελῶν. Ἐν τοσούτῳ δὲ χρόνῳ ζηλώσασα τὴν τοῦ ἀνδρὸς ἀρετὴν ἡ γυνὴ, ἐλογίσατο μὴ δίκαιον εἶναι, τηλικοῦτον ὄντα οἴκοι κρύπτεσθαι δἰ αὐτὴν, καὶ χρῆναι ἑκάτερον κεχωρισμένως οἰκοῦντα φιλοσοφεῖν.