Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- αἰὲν ἀμειβόμενοι φυλακάς· φοβέοντο γὰρ αἰνῶς,
- Τρώων μή ποτε λαὸς ἢ ἀγχεμάχων ἐπικούρων
- νῆας ἐνιπρήσῃ, νόστου δʼ ἀπὸ πάντας ἀμέρσῃ.
- ὣς δʼ αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων
- ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον
- Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.