Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μνώοντʼ οὐλομένης· δεύοντο δὲ Τρώιοι υἷες
  2. ἀλκῆς· Ἀργεῖοι δὲ μέγʼ ἱέμενοι πολέμοιο
  3. χαζομένοισιν ἕποντο κατʼ ἴχνιον, ἠΰτʼ ἀῆται
  4. νήεσιν ἐσσυμένῃς ὑπὶ λαίφεσιν εἰς ἁλὸς οἶδμα
  5. ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν
  6. ὀτρηροὶ κατʼ ὄρεσφι κύνες λελιημένοι ἄγρης·
  7. ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκʼ ἄρʼ αὐτοὺς
  8. υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε
  9. κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον· οἱ δʼ ἐπὶ φύζαν
  10. χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.
  11. Ἀργεῖοι δʼ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο
  12. ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων,
  13. ἄρνας ὅπως σταθμοῖσιν ἐπʼ οἰοπόλοισι νομῆες·
  14. ὡς δʼ ὁπότʼ ἀμπνείωσι βόες μέγα κεκμηῶτες
  15. ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην
  16. πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν· ὥς ἄρʼ Ἀχαιοὶ
  17. ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. ἀμφὶ δὲ πύργους
  18. μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα·
  19. οἱ δʼ ἄρʼ ἑῇσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας
  20. ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν.