Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος
- πολλὰ πονησαμένη· τοῦ δʼ ἔκχυτο φοίνιον αἷμα
- ἐσσυμένως· ψυχὴ δὲ διʼ ἕλκεος ἐξεποτήθη
- ἐκ μελέων ὀλοὴ δὲ κατʼ ὀφθαλμῶν πέσεν ὄρφνη.
- ἤριπε δʼ ἐν τεύχεσσι κατὰ χθονός, ἠΰτε βλωθρὴ
- ἢ πίτυς ἤ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν
- ἐκ ῥιζέων ἐριποῦσα· τόσην ἐπικάππεσε γαῖαν
- Εὐρυπύλοιο δέμας· μέγα δʼ ἔβραχε Τρώιον οὖδας
- καὶ πεδίον. Χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ
- ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
- τῷ δʼ ἐπικαγχαλόων μεγάλʼ εὔχετο καρτερός ἥρως·
- Εὐρύπυλʼ, ἦπου ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς
- δῃώσειν καὶ πάντας ἀϊζυρῶς ἀπολέσσειν
- ἡμέας· ἀλλὰ σοὶ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ,
- ἀλλʼ ὑπʼ ἐμοί δʼ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα
- πατρὸς ἐμοῖο μέγʼ ἔγχος, ὅπερ βροτὸς οὔτις ἀλύξει
- ἡμῖν ἄντα μολὼν οὐδʼ εἰ παγχάλκεος ἦεν.
- ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν
- ἐσσυμένως· Τρῶες δὲ μέγʼ ἔτρεσαν εἰσορόωντες
- ἀνέρα καρτερόθυμον· ὁ δʼ αὐτίκα τεύχἐ ἀπούρας