Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι·
  2. εὗρον δʼ Εὐρύπυλον κρατερόφρονα, τῷ δʼ ἅμʼ ἑταίρους
  3. πύργῳ ἐπεμβεβαῶτας, ὀϊομένους περὶ θυμῷ
  4. ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν
  5. πανσυδίῃ· τοῖς δʼ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ·
  6. ἀλλά σφεας Ὀδυσεύς τʼ ἠδὲ σθεναρὸς Διομήδης
  7. ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς
  8. ἄψ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν.
  9. ὡς δʼ ὅτʼ ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες
  10. κάρτεϊ καὶ φωνῇ κρατεροὺς δεύουσι λέοντας
  11. πάντοθεν ἐσσύμενοι, τοὶ δʼ ὄμμασι γλαυκιόωντες
  12. στρωφῶντʼ ἔνθω καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ
  13. πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι,
  14. ἀλλὰ καὶ ὣς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων
  15. σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες·
  16. βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν·
  17. ---
  18. οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπονόσφι φέβεσθαι
  19. Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε
  20. μίμνειν, εἰσόκε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ