Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκει
  2. μήτηρ ἐν μεγάροισιν, ἐπεὶ κρατεροῖο τοκῆος
  3. ἔλπομʼ ἐμὸν κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα.
  4. ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος·
  5. ὦ Ὀδυσεῦ, μέγʼ ὄνειαρ ἐϋσθενέων Ἀργείων,
  6. ἤνπερ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς
  7. σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς [*](*werse inserted by Zimmermann ex *i).)
  8. ἔλθοι ἀπὸ Σκύροιο πόροι δέ τις οὐρανιώνων
  9. νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἱκῶμαι,
  10. δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην
  11. Ἑρμιόνην, καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ
  12. προφρονέως· οὐ γάρ μιν ὀΐομαι οὔτε γυναῖκα
  13. οὔτʼ ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.
  14. ὣς ἄρʼ ἔφη· Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι.
  15. καὶ τότε λῦτʼ ἀγορή· τοὶ δʼ ἐσκίδναντʼ ἐπὶ νῆας
  16. ἱέμενοι δείπνοιο, τὸ δὴ πέλει ἀνδράσιν ἀλκή·
  17. καί ῥʼ ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγʼ ἐδωδῆς,
  18. δὴ τόθʼ ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς
  19. νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω·
  20. καρπαλίμως δʼ ἤια καὶ ἄρμενα πάντα βάλοντο·