Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀργαλέου πολέμοιο· πόνῳ δʼ ἐνέμιμνον ἀνάγκῃ.
  2. ἀλλʼ ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς
  3. κῆρας ἀνʼ αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν,
  4. δὴ τότʼ ἄρʼ Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν,
  5. ὅσσους Εὐρύπυλος μέγʼ ἐπῴχετο πῆμα κυλίνδων.
  6. παῦροι δʼ ἀμφʼ Αἴαντα καὶ Ἀτρέος υἷε κραταιὼ
  7. μίμνον ἐν ὑσμίνῃ· καὶ τάχα πάντες ὄλοντο
  8. δυσμενέων παλάμῃσι περιστρωφῶντες ὁμίλῳ,
  9. εἰ μὴ Ὀϊλέος υἱὸς εΰφρονα Πουλυδάμαντα
  10. ἔγχεϊ τύψε παρʼ ὦμον ἀριστερὸν ἀγχόθι μαζοῦ·
  11. ἐκ δέ οἱ αἷμʼ ἐχύθη· ὁ δʼ ἐχάσσατο τυτθὸν ὁπίσσω.
  12. Δηίφοβον δʼ οὔτησε περικλειτὸς Μενέλαος
  13. δεξιτερὸν παρὰ μαζόν· ὁ δ̓ἔκφυγε ποσσὶ θοοῖσιν.
  14. ἔνθʼ Ἁγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον
  15. πληθύος ἐξ ὀλοῆς· μετὰ δʼ Αἴθικον ᾤχετο δῖον
  16. θύων ἐγχείῃσιν· ὁ δʼ εἰς ἑτάρους ἀλέεινε.
  17. τοὺς δʼ ὁπότʼ Εὐρύπυλος λαοσσόος εἰσενόησε
  18. χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ,
  19. αὐτίκα κάλλιπε λαόν, ὅσον κατὰ νῆας ἔλασσε,
  20. καί ῥα θοῶς οἴμησεν ἐπʼ Ἀτρέος υἷε κραταιὼ