Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἆ δείλʼ Ἀτρέος υἱέ, τί ἤ νύ σε δεῖμα κιχάνει
  2. ἀργαλέον, καὶ τοῖα μετʼ Ἀργείοις ἀγορεύεις,
  3. ὡς πάϊς ἠὲ γυνή, τῶνπερ σθένος ἔστʼ ἀλαπαδνόν;
  4. ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες
  5. πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι·
  6. θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δʼ ὄνειδος.
  7. εἰ δʼ ἄρα τις καὶ τῶνδʼ ἐπιπείσεται, ὡς ἐπιτέλλεις,
  8. αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ,
  9. ῥίψω δʼ οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.
  10. ἀλλʼ ἄγεθʼ, οἷσι μέμηλεν ὀρινέμεναι μένἐ ἀνδρῶν,
  11. λαοὺς αὐτίκα πάντας ὀτρυνάντων κατὰ νῆας
  12. δούρατα θηγέμεναι, παρά τʼ ἀσπίδας ἄλλα τε πάντα
  13. εὖ θέσθαι, καὶ δεῖπνον ἄφαρ πάσσασθαι [*](Zimmermann, for e)fopli/ssasqai (sith lacuna) of Koechly.) ἅπαντας
  14. ἀνέρας ἠδʼ ἵππους, οἵ τʼ ἐς πόλεμον μεμάασιν·
  15. ἐν πεδίῳ δʼ ὤκιστα διακρινέει μένος Ἄρης.
  16. ὣς φάτο Τυδείδης· κατὰ δʼ ἕζετο, ᾗχι πάρος περ·
  17. τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπεν
  18. ἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστʼ ἀγορεύειν·
  19. κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων·
  20. ἴστε γάρ, ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν.