Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἱ μὲν ἔτʼ ἀσπαίροντες ὑπʼ ἄξοσιν, οἱ δʼ ἐφύπερθεν
  2. πίπτοντες· στυγερὴ δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτή·
  3. ἐν γὰρ δὴ χάλκειος ἔρις πέσεν ἀμφοτέροισι·
  4. καί ῥʼ οἱ μὲν λάεσσιν ἀταρτηροῖσι μάχοντο, [*](Zimmermann, for ἀταρτηρῶς ἐμάχοντο of v.)
  5. οἱ δʼ αὖτʼ αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν,
  6. ἄλλοι δʼ ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι
  7. καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν,
  8. ἄλλος δʼ ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.
  9. πρῶτοι δʼ Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας
  10. βαιὸν ἀπὸ σφείων· τοὶ δʼ ἔμπαλιν ὁρμήσαντες
  11. αἵματι δεῦον Ἄρηα μετʼ Ἀργείοισι θορόντες·
  12. Εὐρύπυλος δʼ ἐν τοῖσι μελαίνῃ λαί λαίλαπι ἶσος
  13. λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε
  14. θαρσαλέως· μάλα γάρ οἱ ἀάσπετον ὤπασε κάρτος
  15. Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἡρακλῆι.
  16. ἔνθʼ ὅ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα
  17. μαρνάμενον Τρώεσσι βάλευ περιμήκεϊ δουρὶ
  18. βαιὸν ὑπὲρ πρότμησιν· ὁ δʼ ἐς πέδον ἤριπε γαίης·
  19. ἐκ δέ οἱ αἷμʼ ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη,
  20. δεύετο δʼ ἀγλαὸν εἶδος ἄμʼ εὐθαλέεσσι κόμῃσι·