Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο,
- αἱ μὲν ἄρʼ ἐσσύμεναι ἐπικάρσιαι, αἱ δὲ κατʼ ἰθὺ
- νισσόμεναι· περὶ δέ σφιν ἀέξετο κῦμʼ ἀλεγεινὸν
- ὀρνύμενον· ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος
- ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,
- λαίφεα λεύκʼ ἐρύοντες, ἵνʼ ἐκ θανάτοιο φύγς2σιν·
- οἱ δʼ ἕζοντʼ ἐπʼ ἐρετμὰ πονεύμενοι· ἀμφὶ δὲ νηυσὶ
- πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος.
- τοῖς δʼ ἔπι κυδιόων μετὰ κήτεσιν εἰναλίοισιν
- ἤσκητʼ Ἐννοσίγαιος· ἀελλόποδες δέ μιν ἵπποι
- ὡς ἐτεὸν σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον
- χρυσείῃ μάστιγι πεπληγότες· ἀμφὶ δὲ κῦμα
- στόρνυτʼ ἐπεσσυμένων, ὁμαλὴ δʼ ἄρα πρόσθε γαλήνη
- ἔπλετο· τοὶ δʼ ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα
- ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο
- σαίνοντες βασιλῆα, κατʼ ἠερόεν δʼ ἁλὸς οἶδμα
- νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες.
- ἄλλα δὲ μυρία κεῖτο κατʼ ἀσπίδα τεχνήεντα
- χερσὶν ὑπʼ ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο·
- πάντα δʼ ἄρʼ ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,