Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- θυμὸν ἀκηχέμενοι· τὀν γὰρ τίον ἶσον Ἀχιλλεῖ.
- νὺξ δʼ ἐπόρουσε μέλαινα μετʼ ἀνέρας ὕπνον ἄγουσα·
- οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο καὶ Ἠριγένειαν ἔμιμνον,
- βαιὸν ἀποβρίξαντες ἀραιοῖσι βλεφάροισιν·
- αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα, μή σφισι Τρῶες
- νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.