Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐκ μακάρων· πάντεσσι δʼ ὑπεκλάσθη μελέεσσι
  2. βλήμενος ἄλγεσι θυμὸν ἀπήιον· οὐδʼ ἄρα πρόσσω
  3. ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτʼ ἄρʼ ὀπίσσω,
  4. ἀλλʼ ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τʼ ἐν ὄρεσσι
  5. πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.
  6. ἀλλʼ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
  7. λυγρὸν ἀνεστονάχησεν, ἔπος δʼ ὀλοφύρετο τοῖον·
  8. ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν;
  9. οἵ με φρένας βλάψαντο, κακὴν δʼ ἐπὶ λύσσαν ἔθεντο,
  10. μῆλα κατακτεῖναι, τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ.
  11. ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ
  12. χερσὶν ἐμῇς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ
  13. λυγρὸς ἐὼν μάλα πάγχυ· πάθοι γε μὲν ἄλγεα θυμῷ,
  14. ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν
  15. ἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν
  16. ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα,
  17. αὐτῷ τʼ Ἀτρείδῃ Ἀγαμέμνονι· μηδʼ ὅ γʼ ἀπήμων
  18. ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι.
  19. ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;
  20. ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν