Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα
  2. ἰδρείῃ. λαοὶ δʼ Ἀγαμέμνονα κυδαίνεσκον,
  3. ἵππον τε Σθενελοῖο θρασύφρονος ἠδὲ καὶ αὐτόν,
  4. οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης
  5. ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ οἷς ποσὶ θύων.
  6. καὶ τότʼ ἄρʼ Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι
  7. ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου·
  8. δῶκε δʼ ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου
  9. χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην.
  10. ἄλλοις δʼ ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ
  11. ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβον,
  12. δῶρα πόρεν πάντεσσιν. ἐπὶ σφίσι δʼ ἄχνυτο θυμὸν
  13. υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκʼ ἄρʼ αὐτὸν
  14. ἀλκῆς ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων
  15. ἕλκος ἀνιηρόν, τό μιν οὔτασεν ὄβριμος Ἄλκων
  16. ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.