Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κύσσαν δʼ ἀλλήλους, ἔριδος δʼ ἐπελήθετο θυμὸς
  2. λευγαλέης. τοῖς δʼ αἶψα Θέτις κυανοκρήδεμνος
  3. ἀργυρέους κρητῆρας ἐελδομένοισιν ὄπασσε
  4. δοιώ, τοὺς Εὔνηος Ἰήσονος ὄβριμος υἱὸς
  5. ὦνον ὑπὲρ κρατεροῖο Λυκάονος ἐγγυάλιξεν
  6. ἀντιθέῳ Ἀχιλῆι περικλύστῳ ἐνὶ Λήμνῳ·
  7. τοὺς Ἥφαιστος ἔτευξεν ἀριπρεπέϊ Διονύσῳ
  8. δῶρον, ὅτʼ εἰς Οὔλυμπον ἀνήγαγε δῖαν ἄκοιτιν
  9. Μίνωος κούρην ἐρικυδέα, τήν ποτε Θησεὺς
  10. κάλλιπεν οὐκ ἐθέλων γε περικλύστῳ ἐνὶ Δίῃ.
  11. τοὺς δʼ ἠΰς Διόνυσος ἑῷ πόρεν υἱέϊ δῶρον
  12. νέκταρος ἐμπλήσας, ὁ δʼ ἄρʼ ὤπασεν Ὑψιπυλείῃ
  13. πολλοῖς σὺν κτεάτεσσι Θόας, ἡ δʼ υἱέϊ δίῳ
  14. κάλλιπεν, ὃς δʼ Ἀχιλῆι Λυκάονος εἵνεκα δῶκε.
  15. τῶν δʼ ἕτερον μὲν ἕλεσκεν ἀγαυοῦ Θησέος υἱός,
  16. ἄλλον δʼ ἠῢς Ἐπειὸς ἑὰς ἐπὶ νῆας ἴαλλε
  17. γηθόσυνος. τῶν δʼ ἀμφιδεδρυμμένα τύμματα πάντα
  18. ἠκέσατʼ ἐνδυκέως Ποδαλείριος, οὕνεκʼ ἄρʼ αὐτὸς
  19. πρῶτα μὲν ἐκμύζησεν, ἔπειτα δὲ χερσὶν ἑῇσι
  20. ῥάψεν ἐπισταμένως, καθύπερθε δὲ φάρμακʼ ἔθηκε