Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἐσσυμένως καὶ μή τι χαλέπτεο πένθεϊ θυμόν.
- ὣς ἐπὼν ἐπὶ πόντον ἀπήιεν εἴκελος αὔρῃ
- παρφάμενος μύθοισι Θέτιν· τῆς δʼ ἐν φρεσὶ θυμὸς
- βαιὸν ἀνέπνευσεν· τὰ δέ οἱ θεὸς ἐξετέλεσσεν.
- Ἀργεῖοι δὲ γοῶντες ἀπήιον, ᾗχι ἑκάστῳ
- νῆες ἔσαν, τὰς ἦγον ἀφʼ Ἑλλάδος· αἱ δʼ Ἑλικῶνα
- Πιερίδες νίσσοντο, καὶ εἰς ἄλα Νηρηῖναι
- δῦσαν ἀναστενάχουσαι ἐΰφρονα Πηλείωνα.