Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τέτρατον αὖτʼ ἐπὶ τοῖσι Νεοπτολέμῳ μεγαθύμῳ,
  2. τὸν καὶ ἐς Ἠλύσιον πεδίον μετόπισθεν ἔμελλον
  3. Ζηνὸς ὑπʼ ἐννεσίῃσι φέρειν μακάρων ἐπὶ γαῖαν.
  4. τοὔνεκα καὶ στυγερῇ βεβολημένοι ἦτορ ἀνίῃ
  5. μίμνον πὰρ νήεσσιν ἑὸν κατὰ θυμὸν ἄνακτα
  6. τὸν μὲν ἀκηχέμενοι τὸν δʼ αὖ ποθέοντες ἰδέσθαι.
  7. καὶ τότʼ ἐριγδούποιο λιπὼν ἁλὸς ὄβριμον οἶδμα
  8. ἤλυθεν Ἐννοσίγαιος ἐπʼ ᾐόνας· οὐδέ μιν ἄνδρες
  9. ἔδρακον, ἀλλὰ θεῇσι παρίστατο Νηρηίνῃς·
  10. καί ῥα Θέτιν προσέειπεν ἔτʼ ἀχνυμένην Λ̓χιλῆος·
  11. ἴσχεο νῦν περὶ παιδὸς ἀπειρέσιον γοόωσα·
  12. οὐ γὰρ ὅ γε φθιμένοισι μετέσσεται, ἀλλὰ θεοῖσιν
  13. ὡς ἀῢς Διόνυσος ἰδὲ σθένος Ἡρακλῆος·
  14. οὐ γάρ μιν μόρος αἰνὸς ὑπὸ ζόφον αἰὲν ἐρύξει
  15. οὐδʼ Ἀΐδης, ἀλλʼ αἶψα καὶ ἐς Διὸς ἵξεται αὐγάς·
  16. καί οἱ δῶρον ἔγωγε θεουδέα νῆσον ὀπάσσω
  17. Εὔξεινον κατὰ πόντον, ὅπῃ θεὸς ἔσσεται αἰεὶ
  18. σὸς πάϊς· ἀμφὶ δὲ φῦλα περικτιόνων μέγα λαῶν
  19. κεῖνον κυδαίνοντα θυηπολίῃς ἐρατεινῇς
  20. ἶσον ἐμοὶ τίσουσι· σὺ δʼ ἴσχεο κωκύουσα