Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη
- Τρώων ἐν πεδίῳ πολυαλθέϊ κάββαλε πέτρῃ.
- Μυρμιδόνες δʼ ἄλληκτον ἀνεστενάχοντʼ Ἀχιλῆα
- εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος·
- ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος·
- οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδʼ ὀλοόφρων,
- ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντʼ ἐκέκαστο.
- Αἴας δʼ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει
- πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,
- βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔτινι βλητὸς
- ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο.
- τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,
- ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος
- ἐσφοιτῶν, ὁτὲ δʼ αὖτε παρὰ ψαμάθοισι θαλάσσης
- ἐκχύμενος μάλα πουλύς, ἔπος δʼ ὀλοφύρατο τοῖον·
- ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
- κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο
- ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,
- τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν·
- οὐ γάρ τις πίσυνός γε σάκος μέγα νωμήσασθαι