Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κάππεσεν, εὖτʼ ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος·
  2. ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι
  3. βλήμενος· ἀμφὶ δὲ οἱ κρατερὸς πάϊς Ἀγχίσαο
  4. πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν
  5. εἴρυσεν ἐς Τρῶας, καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ
  6. δῶκε φέρειν ἑτάροισι μέγʼ ἀχνυμένοις περὶ θυμῷ.
  7. αὐτὸς δʼ ἀμφʼ Ἀχιλῆι μαχέσκετο· τὸν δʼ ἄρα δουρὶ
  8. μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας
  9. χειρὸς δεξιτερῆς· ὁ δʼ ἄρʼ ἐσσυμένως ἀπόρουσεν
  10. ἐξ ὀλοοῦ πολέμοιο, κίεν δʼ ἄφαρ ἄστεος εἴσω·
  11. ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες,
  12. οἵ ῥά οἱ αἷμα κάθηραν ἀφʼ ἕλκεος, ἄλλα τε πάντα
  13. τεῦχον, ὅσʼ οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας.
  14. Αἴας δʼ αἰὲν ἐμάρνατʼ ἀλίγκιος ἀστεροπῇσι
  15. κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ
  16. ἀχνύμενος κέαρ ἔνδον ἀνεψιοῖο δαμέντος.
  17. ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων
  18. μάρνατο δυσμενέεσσι· φέβοντο δέ μιν μέγα λαοί.
  19. κτεῖνε δὲ Πεισάνδροιο θοὸν καὶ ἀρήϊον υἷα
  20. Μαίναλον, ὅς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου·