Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς οἵ γε προλιπόντες ἀνηλέα δηιοτῆτα
  2. λαιψηροῖς ἐφέποντο μέγα στενάχοντες ἀήταις
  3. ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένοι, ἀμφὶ δὲ Τρῶες
  4. καὶ Δαναοὶ θάμβησαν ἅμα σφετέρῳ βασιλῆι
  5. πάντας ἀϊστωθέντας, ἀπειρεσίῃ δʼ ἀνὰ θυμὸν
  6. ἀμφασίῃ βεβόληντο. νέκυν δʼ ἀκάμαντες ἀῆται
  7. Μέμνονος ἀγχεμάχοιο θέσαν βαρέα στενάχουτες
  8. πὰρ ποταμοῖο ῥέεθρα βαθυρρόου Αἰσήποιο,
  9. ᾗχί τε Νυμσάων καλλιπλοκάμων πέλει ἄλσος
  10. καλόν, ὃ δὴ μετόπισθε μακρὸν περὶ σῆμα βάλοντο
  11. Αἰσηποῖο θύγατρες ἄδην πεπυκασμένον ὕλῃ
  12. παντοίῃ· καὶ πολλὰ θεαὶ περικωκύσαντο,
  13. υἱέα κυδαίνουσαι ἐϋθρόνου Ἠριγενείης.
  14. δύσετο δʼ ἠελίοιο φάος· κατὰ δʼ ἤλυθεν Ἠὼς
  15. οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δʼ ἄρʼ αὐτῇ
  16. κοῦραι ἐϋπλόκαμοι δυοκαίδεκα, τῇσι μέμηλεν
  17. αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπά κέλευθα
  18. νύξ τε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς
  19. γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας
  20. στρωφῶντʼ ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι