Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὄφρα λιλαιομένοισιν ἔπος θυμῆρες ἐνίσπω·
  2. ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη·
  3. ἀλλʼ ἴομεν· δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ
  4. παύσατʼ ὀϊζυροῖο χόλου· κατέρυξε δὲ κῦμα
  5. ὄβριμον Ἐννοσίγαιος· ἐπιπνείουσι δʼ ἀῆται
  6. μείλιχοι· οὐδʼ ἔτι κῦμα κορύσσεται ἀλλʼ ἄγε νῆας
  7. εἰς ἁλὸς οἶδμʼ ἐρύσαντες ἀναμνησώμεθα νόστου.
  8. ὣς φάτʼ ἐελδομένοις· οἱ δʼ ἐς πλόον ἐντύνοντο.
  9. ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη,
  10. οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο
  11. ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετʼ· ἀμφὶ δὲ λαοὶ
  12. θάμβεον ἀγρόμενοι· τῆς δʼ ἅψεα λάϊνα πάντα
  13. θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι·
  14. καὶ τὴν μὲν Κάλχαντος ὑπʼ ἐννεσίῃσιν Ἀχαιοὶ
  15. νηὸς ἐπʼ ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου.
  16. καρπαλίμως δʼ ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες
  17. κτήματα πάντʼ ἐβάλονθʼ, ὁπόσʼ Ἴλιον εἰσανιόντες
  18. ληΐσσαντο πάροιθε περικτίονας δαμάσαντες,
  19. ἠδʼ ὁπόσʼ ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα
  20. γήθεον, οὕνεκʼ ἕσαν μάλα μυρία· τοῖς δʼ ἅμα πολλαὶ