Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἵματι καὶ νεκύεσσιν, ὀρώρει δʼ αἰνὸς ὄλεθρος,
  2. καίπερ ἔτι πλεόνων Δαναῶν ἔκτοσθεν ἐόντων·
  3. ἀλλʼ ὅτε δὴ μάλα πάντες ἔβαν ποτὶ τείχεα Τροίης,
  4. δὴ τότε μαιμώωντες ἀνηλεγέως ἐσέχυντο
  5. ἐς Πριάμοιο πόληα μένος πνείοντες Ἄρηος.
  6. πᾶν δʼ εὗρον πτολίεθρον ἐνίπλειον πολέμοιο
  7. καὶ νεκύων· πάντῃ δὲ πυρὶ στονόεντα μέλαθρα
  8. καιόμενʼ ἀργαλέως· μέγα δὲ φρεσὶν ἰαίνοντο.
  9. ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν·
  10. μαίνετο δʼ ἐν μέσσοισιν Ἄρης στονόεσσα τʼ Ἐνυώ·
  11. πάντῃ δʼ αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν
  12. Τρώων τʼ ὀλλυμένων ἠδʼ ἀλλοδαπῶν ἐπικούρων.
  13. τῶν οἱ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι
  14. κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι· τοὶ δʼ ἐφύπερθε
  15. πῖπτον ἀποπνείοντες ἑὸν μένος· οἱ δʼ ἄρα χερσὶ
  16. δράγδην ἔγκατʼ ἔχοντες ὀϊζυρῶς ἀλάληντο
  17. ἀμφὶ δόμους· ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων
  18. ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες·
  19. πολλῶν δʼ ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων
  20. χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐτῇς·