Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Πάμμονα δῖον ὄλεσσε, βάλεν δʼ ἐπιόντα Πολίτην,
  2. ἀντίφονόν τʼ ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας
  3. υἱῆας Πριάμοιο· καὶ ἀντιόωντʼ ἀνὰ δῆριν
  4. δάμνατʼ Ἀγήνορα δῖον· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν
  5. ἡρώων· πάντῃ δὲ μέλας ἀνεφαίνετʼ ὄλεθρος
  6. ὀλλυμένων· ὁ δὲ πατρός ἑοῦ καταειμένος ἀλκὴν
  7. μαιμώων ἐδάϊζεν ὅσους κίχεν. ἐν δὲ καὶ αὐτῷ
  8. δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν
  9. ἑρκείου ποτὶ βωμόν· ὁ δʼ ὡς ἴδεν υἱ̓͂ Ἀχιλῆος,
  10. ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκʼ ἄρʼ αὐτὸς
  11. θυμὸν ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσσαι·
  12. τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι·
  13. ὦ τέκος ὀβριμόθυμον ἐϋπτολέμου Ἀχιλῆος,
  14. κτεῖνον, μηδʼ ἐλέαιρε δυσάμμορον· οὐ γὰρ ἔγωγε
  15. τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι
  16. ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη
  17. φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης
  18. λευγαλέης, ὁμάδου τε δυσηχέος. ὡς ὄφελόν με
  19. σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι
  20. Ἴλιον, ὁππότʼ ἄποινα περὶ κταμένοιο φέρεσκον