Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χθιζὸς ὑπὸ Πριάμοιο πόλιν ---
  2. ---καὶ ὑπέσχετʼ Ἀχαιοὺς
  3. Ἰλίου ἂψ ὦσαι· τῷ δʼ οὐ θεὸς ἐξετέλεσσεν
  4. ἐλπωρήν· κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον.
  5. σὐν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα
  6. γαμβρὸν ἐϋμμελίην Ἀντήνορος, ὅς ῥα μάλιστα
  7. θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο.
  8. ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι,
  9. καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο· τοῦ δʼ ἄρα πάγχυ
  10. γηραλέου κλάσθησαν ἄδην ἐπὶ σώματι γυῖα·
  11. καί ῥα περιτρομέων ἅμα χείρεσιν ἀμφοτέρῃσι
  12. τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δʼ ἥψατο γούνων
  13. ἀνδροφόνου ἥρωος· ὁ δʼ ἐς μόθον ἐσσύμενός περ
  14. ἢ χόλου ἀμβολίῃ, ἢ καὶ θεοῦ ὀτρύνοντος,
  15. βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρα τι εἴπῃ
  16. λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον· ὃς δʼ ἀλεγεινὸν
  17. ἴαχεν ἐσσυμένως· στυγερὸν δέ μιν ἄμφεχε δεῖμα·
  18. γουνοῦμαί σʼ, ὅτις ἐσσὶ πολυσθενέων Ἀργείων,
  19. αἴδεσαι ἀμφιπεσόντος ἐμὰς χέρας, ἀργαλέου τε
  20. λῆγε χόλου· καὶ γάρ ῥα πέλει μακρὸν ἀνέρι κῦδος